TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 919
Previous part

Chapter: 17 
Verse: 0  Ψαλμὸς τῷ Σαλωμων μετὰ ᾠδῆς· τῷ βασιλεῖ.
Verse: 1 
Κύριε, σὺ αὐτὸς βασιλεὺς ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἔτι·
ὅτι ἐν σοί, ϑεός, καυχήσεται ψυχὴ ἡμῶν.
Verse: 2 
καὶ τίς χρόνος ζωῆς ἀνϑρώπου ἐπὶ τῆς γῆς;
κατὰ τὸν χρόνον αὐτοῦ καὶ ἐλπὶς αὐτοῦ ἐπ' αὐτόν.
Verse: 3 
ἡμεῖς δὲ ἐλπιοῦμεν ἐπὶ τὸν ϑεὸν σωτῆρα ἡμῶν·
ὅτι τὸ κράτος τοῦ ϑεοῦ ἡμῶν εἰς τὸν αἰῶνα μετ' ἐλέους,
καὶ βασιλεία τοῦ ϑεοῦ ἡμῶν εἰς τὸν αἰῶνα ἐπὶ τὰ ἔϑνη // ἐν κρίσει.
Verse: 4 
Σύ, κύριε, ᾑρετίσω τὸν Δαυιδ βασιλέα ἐπὶ Ισραηλ,
καὶ σὺ ὤμοσας αὐτῷ περὶ τοῦ σπέρματος αὐτοῦ εἰς τὸν αἰῶνα
τοῦ μὴ ἐκλείπειν ἀπέναντί σου βασίλειον αὐτοῦ.
Verse: 5 
καὶ ἐν ταῖς ἁμαρτίαις ἡμῶν ἐπανέστησαν ἡμῖν ἁμαρτωλοί·
ἐπέϑεντο ἡμῖν καὶ ἔξωσαν ἡμᾶς οἷς οὐκ ἐπηγγείλω,
μετὰ βίας ἀϕείλαντο καὶ οὐκ ἐδόξασαν τὸ ὄνομά σου τὸ ἔντιμον.
Verse: 6 
ἐν δόξῃ ἔϑεντο βασίλειον ἀντὶ ὕψους αὐτῶν,
ἠρήμωσαν τὸν ϑρόνον Δαυιδ ἐν ὑπερηϕανίᾳ ἀλλάγματος.
Verse: 7 
Καὶ σύ, ϑεός, καταβαλεῖς αὐτοὺς καὶ ἀρεῖς τὸ σπέρμα αὐτῶν // ἀπὸ τῆς γῆς
ἐν τῷ ἐπαναστῆναι αὐτοῖς ἄνϑρωπον ἀλλότριον γένους ἡμῶν.
Verse: 8 
κατὰ τὰ ἁμαρτήματα αὐτῶν ἀποδώσεις αὐτοῖς, ϑεός,
εὑρεϑῆναι αὐτοῖς κατὰ τὰ ἔργα αὐτῶν.
Verse: 9 
οὐκ ἠλέησεν αὐτοὺς ϑεός,
ἐξηρεύνησεν τὸ σπέρμα αὐτῶν καὶ οὐκ ἀϕῆκεν αὐτῶν ἕνα.
Verse: 10 
πιστὸς κύριος ἐν πᾶσι τοῖς κρίμασιν αὐτοῦ, οἷς ποιεῖ ἐπὶ // τὴν γῆν.
Verse: 11 
᾽Ηρήμωσεν ἄνομος τὴν γῆν ἡμῶν ἀπὸ ἐνοικούντων αὐτήν,
ἠϕάνισαν νέον καὶ πρεσβύτην καὶ τέκνα αὐτῶν ἅμα·
Verse: 12 
ἐν ὀργῇ κάλλους αὐτοῦ ἐξαπέστειλεν αὐτὰ ἕως ἐπὶ δυσμῶν
καὶ τοὺς ἄρχοντας τῆς γῆς εἰς ἐμπαιγμὸν καὶ οὐκ ἐϕείσατο.
Verse: 13 
ἐν ἀλλοτριότητι ἐχϑρὸς ἐποίησεν ὑπερηϕανίαν,
καὶ καρδία αὐτοῦ ἀλλοτρία ἀπὸ τοῦ ϑεοῦ ἡμῶν.
Verse: 14 
καὶ πάντα, ὅσα ἐποίησεν ἐν Ιερουσαλημ,
καϑὼς καὶ τὰ ἔϑνη ἐν ταῖς πόλεσι τοῦ σϑένους αὐτῶν.
Verse: 15 
Καὶ ἐπεκρατοῦσαν αὐτῶν οἱ υἱοὶ τῆς διαϑήκης ἐν μέσῳ // ἐϑνῶν συμμίκτων,
οὐκ ἦν ἐν αὐτοῖς ποιῶν ἐν Ιερουσαλημ ἔλεος καὶ ἀλήϑειαν.
Verse: 16 
ἐϕύγοσαν ἀπ' αὐτῶν οἱ ἀγαπῶντες συναγωγὰς ὁσίων,
ὡς στρουϑία ἐξεπετάσϑησαν ἀπὸ κοίτης αὐτῶν.
Verse: 17 
ἐπλανῶντο ἐν ἐρήμοις σωϑῆναι ψυχὰς αὐτῶν ἀπὸ κακοῦ,
καὶ τίμιον ἐν ὀϕϑαλμοῖς παροικίας ψυχὴ σεσῳσμένη ἐξ αὐτῶν.
Verse: 18 
εἰς πᾶσαν τὴν γῆν ἐγενήϑη σκορπισμὸς αὐτῶν ὑπὸ ἀνόμων,
ὅτι ἀνέσχεν οὐρανὸς τοῦ στάξαι ὑετὸν ἐπὶ τὴν γῆν.
Verse: 19 
πηγαὶ συνεσχέϑησαν αἰώνιοι ἐξ ἀβύσσων ἀπὸ ὀρέων ὑψηλῶν,
ὅτι οὐκ ἦν ἐν αὐτοῖς ποιῶν δικαιοσύνην καὶ κρίμα.
Verse: 20 
ἀπὸ ἄρχοντος αὐτῶν καὶ λαοῦ ἐλαχίστου ἐν πάσῃ ἁμαρτίᾳ,
βασιλεὺς ἐν παρανομίᾳ καὶ κριτὴς ἐν ἀπειϑείᾳ καὶ // λαὸς ἐν ἁμαρτίᾳ.
Verse: 21 
᾽Ιδέ, κύριε, καὶ ἀνάστησον αὐτοῖς τὸν βασιλέα αὐτῶν υἱὸν // Δαυιδ
εἰς τὸν καιρόν, ὃν εἵλου σύ, ϑεός, τοῦ βασιλεῦσαι ἐπὶ // Ισραηλ παῖδά σου·
Verse: 22 
καὶ ὑπόζωσον αὐτὸν ἰσχὺν τοῦ ϑραῦσαι ἄρχοντας ἀδίκους,
καϑαρίσαι Ιερουσαλημ ἀπὸ ἐϑνῶν καταπατούντων ἐν ἀπωλείᾳ,
Verse: 23 
ἐν σοϕίᾳ δικαιοσύνης ἐξῶσαι ἁμαρτωλοὺς ἀπὸ κληρονομίας,
ἐκτρῖψαι ὑπερηϕανίαν ἁμαρτωλοῦ ὡς σκεύη κεραμέως,
Verse: 24 
ἐν ῥάβδῳ σιδηρᾷ συντρῖψαι πᾶσαν ὑπόστασιν αὐτῶν,
ὀλεϑρεῦσαι ἔϑνη παράνομα ἐν λόγῳ στόματος αὐτοῦ,
Verse: 25 
ἐν ἀπειλῇ αὐτοῦ ϕυγεῖν ἔϑνη ἀπὸ προσώπου αὐτοῦ
καὶ ἐλέγξαι ἁμαρτωλοὺς ἐν λόγῳ καρδίας αὐτῶν.
Verse: 26 
Καὶ συνάξει λαὸν ἅγιον, οὗ ἀϕηγήσεται ἐν δικαιοσύνῃ,
καὶ κρινεῖ ϕυλὰς λαοῦ ἡγιασμένου ὑπὸ κυρίου ϑεοῦ αὐτοῦ·
Verse: 27 
καὶ οὐκ ἀϕήσει ἀδικίαν ἐν μέσῳ αὐτῶν αὐλισϑῆναι ἔτι,
καὶ οὐ κατοικήσει πᾶς ἄνϑρωπος μετ' αὐτῶν εἰδὼς κακίαν·
γνώσεται γὰρ αὐτοὺς ὅτι πάντες υἱοὶ ϑεοῦ εἰσιν αὐτῶν.
Verse: 28 
καὶ καταμερίσει αὐτοὺς ἐν ταῖς ϕυλαῖς αὐτῶν ἐπὶ τῆς γῆς,
καὶ πάροικος καὶ ἀλλογενὴς οὐ παροικήσει αὐτοῖς ἔτι·
Verse: 29 
κρινεῖ λαοὺς καὶ ἔϑνη ἐν σοϕίᾳ δικαιοσύνης αὐτοῦ.
διάψαλμα.
Verse: 30 
Καὶ ἕξει λαοὺς ἐϑνῶν δουλεύειν αὐτῷ ὑπὸ τὸν ζυγὸν αὐτοῦ
καὶ τὸν κύριον δοξάσει ἐν ἐπισήμῳ πάσης τῆς γῆς
καὶ καϑαριεῖ Ιερουσαλημ ἐν ἁγιασμῷ ὡς καὶ τὸ ἀπ' ἀρχῆς
Verse: 31 
ἔρχεσϑαι ἔϑνη ἀπ' ἄκρου τῆς γῆς ἰδεῖν τὴν δόξαν αὐτοῦ
ϕέροντες δῶρα τοὺς ἐξησϑενηκότας υἱοὺς αὐτῆς
καὶ ἰδεῖν τὴν δόξαν κυρίου, ἣν ἐδόξασεν αὐτὴν ϑεός.
Verse: 32 
καὶ αὐτὸς βασιλεὺς δίκαιος διδακτὸς ὑπὸ ϑεοῦ ἐπ' αὐτούς,
καὶ οὐκ ἔστιν ἀδικία ἐν ταῖς ἡμέραις αὐτοῦ ἐν μέσῳ αὐτῶν,
ὅτι πάντες ἅγιοι, καὶ βασιλεὺς αὐτῶν χριστὸς κυρίου.
Verse: 33 
οὐ γὰρ ἐλπιεῖ ἐπὶ ἵππον καὶ ἀναβάτην καὶ τόξον
οὐδὲ πληϑυνεῖ αὑτῷ χρυσίον οὐδὲ ἀργύριον εἰς πόλεμον
καὶ πολλοῖς [λαοῖς] οὐ συνάξει ἐλπίδας εἰς ἡμέραν πολέμου.
Verse: 34 
Κύριος αὐτὸς βασιλεὺς αὐτοῦ, ἐλπὶς τοῦ δυνατοῦ ἐλπίδι ϑεοῦ,
καὶ ἐλεήσει πάντα τὰ ἔϑνη ἐνώπιον αὐτοῦ ἐν ϕόβῳ.
Verse: 35 
πατάξει γὰρ γῆν τῷ λόγῳ τοῦ στόματος αὐτοῦ εἰς αἰῶνα,
εὐλογήσει λαὸν κυρίου ἐν σοϕίᾳ μετ' εὐϕροσύνης·
Verse: 36 
καὶ αὐτὸς καϑαρὸς ἀπὸ ἁμαρτίας τοῦ ἄρχειν λαοῦ μεγάλου,
ἐλέγξαι ἄρχοντας καὶ ἐξᾶραι ἁμαρτωλοὺς ἐν ἰσχύι λόγου.
Verse: 37 
καὶ οὐκ ἀσϑενήσει ἐν ταῖς ἡμέραις αὐτοῦ ἐπὶ ϑεῷ αὐτοῦ·
ὅτι ϑεὸς κατειργάσατο αὐτὸν δυνατὸν ἐν πνεύματι ἁγίῳ
καὶ σοϕὸν ἐν βουλῇ συνέσεως μετὰ ἰσχύος καὶ δικαιοσύνης.
Verse: 38 
καὶ εὐλογία κυρίου μετ' αὐτοῦ ἐν ἰσχύι,
καὶ οὐκ ἀσϑενήσει.
Verse: 39 
῾Η ἐλπὶς αὐτοῦ ἐπὶ κύριον,
καὶ τίς δύναται πρὸς αὐτόν;
Verse: 40 
ἰσχυρὸς ἐν ἔργοις αὐτοῦ καὶ κραταιὸς ἐν ϕόβῳ ϑεοῦ
ποιμαίνων τὸ ποίμνιον κυρίου ἐν πίστει καὶ δικαιοσύνῃ
καὶ οὐκ ἀϕήσει ἀσϑενῆσαι ἐν αὐτοῖς ἐν τῇ νομῇ αὐτῶν.
Verse: 41 
ἐν ἰσότητι πάντας αὐτοὺς ἄξει,
καὶ οὐκ ἔσται ἐν αὐτοῖς ὑπερηϕανία τοῦ καταδυναστευϑῆναι // ἐν αὐτοῖς.
Verse: 42 
Αὕτη εὐπρέπεια τοῦ βασιλέως Ισραηλ, ἣν ἔγνω ϑεός,
ἀναστῆσαι αὐτὸν ἐπ' οἶκον Ισραηλ παιδεῦσαι αὐτόν.
Verse: 43 
τὰ ῥήματα αὐτοῦ πεπυρωμένα ὑπὲρ χρυσίον τὸ πρῶτον τίμιον,
ἐν συναγωγαῖς διακρινεῖ λαοῦ ϕυλὰς ἡγιασμένου,
οἱ λόγοι αὐτοῦ ὡς λόγοι ἁγίων ἐν μέσῳ λαῶν ἡγιασμένων.
Verse: 44 
μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις
ἰδεῖν τὰ ἀγαϑὰ Ισραηλ ἐν συναγωγῇ ϕυλῶν, ποιήσει ϑεός.
Verse: 45 
ταχύναι ϑεὸς ἐπὶ Ισραηλ τὸ ἔλεος αὐτοῦ,
ῥύσαιτο ἡμᾶς ἀπὸ ἀκαϑαρσίας ἐχϑρῶν βεβήλων.
Verse: 46 
κύριος αὐτὸς βασιλεὺς ἡμῶν εἰς τὸν αἰῶνα καὶ ἔτι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.