TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 918
Previous part

Chapter: 16 
Verse: 0  ῞Υμνος τῷ Σαλωμων· εἰς ἀντίληψιν ὁσίοις.
Verse: 1 
᾽Εν τῷ νυστάξαι ψυχήν μου ἀπὸ κυρίου παρὰ μικρὸν // ὠλίσϑησα
ἐν καταϕορᾷ ὑπνούντων μακρὰν ἀπὸ ϑεοῦ,
Verse: 2 
παρ' ὀλίγον ἐξεχύϑη ψυχή μου εἰς ϑάνατον
σύνεγγυς πυλῶν ᾅδου μετὰ ἁμαρτωλοῦ
Verse: 3 
ἐν τῷ διενεχϑῆναι ψυχήν μου ἀπὸ κυρίου ϑεοῦ Ισραηλ,
εἰ μὴ κύριος ἀντελάβετό μου τῷ ἐλέει αὐτοῦ εἰς τὸν // αἰῶνα.
Verse: 4 
ἔνυξέν με ὡς κέντρον ἵππου ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ,
σωτὴρ καὶ ἀντιλήπτωρ μου ἐν παντὶ καιρῷ ἔσωσέν με.
Verse: 5 
᾽Εξομολογήσομαί σοι, ϑεός, ὅτι ἀντελάβου μου εἰς // σωτηρίαν
καὶ οὐκ ἐλογίσω με μετὰ τῶν ἁμαρτωλῶν εἰς ἀπώλειαν.
Verse: 6 
μὴ ἀποστήσῃς τὸ ἔλεός σου ἀπ' ἐμοῦ, ϑεός,
μηδὲ τὴν μνήμην σου ἀπὸ καρδίας μου ἕως ϑανάτου.
Verse: 7 
ἐπικράτησόν μου, ϑεός, ἀπὸ ἁμαρτίας πονηρᾶς
καὶ ἀπὸ πάσης γυναικὸς πονηρᾶς σκανδαλιζούσης ἄϕρονα.
Verse: 8 
καὶ μὴ ἀπατησάτω με κάλλος γυναικὸς παρανομούσης
καὶ παντὸς ὑποκειμένου ἀπὸ ἁμαρτίας ἀνωϕελοῦς.
Verse: 9 
Τὰ ἔργα τῶν χειρῶν μου κατεύϑυνον ἐν τόπῳ σου
καὶ τὰ διαβήματά μου ἐν τῇ μνήμῃ σου διαϕύλαξον.
Verse: 10 
τὴν γλῶσσάν μου καὶ τὰ χείλη μου ἐν λόγοις ἀληϑείας περίστειλον,
ὀργὴν καὶ ϑυμὸν ἄλογον μακρὰν ποίησον ἀπ' ἐμοῦ.
Verse: 11 
γογγυσμὸν καὶ ὀλιγοψυχίαν ἐν ϑλίψει μάκρυνον ἀπ' ἐμοῦ,
ἐὰν ἁμαρτήσω ἐν τῷ σε παιδεύειν εἰς ἐπιστροϕήν.
Verse: 12 
εὐδοκίᾳ δὲ μετὰ ἱλαρότητος στήρισον τὴν ψυχήν μου·
ἐν τῷ ἐνισχῦσαί σε τὴν ψυχήν μου ἀρκέσει μοι τὸ δοϑέν.
Verse: 13 
ὅτι ἐὰν μὴ σὺ ἐνισχύσῃς,
τίς ὑϕέξεται παιδείαν ἐν πενίᾳ;
Verse: 14 
ἐν τῷ ἐλέγχεσϑαι ψυχὴν ἐν χειρὶ σαπρίας αὐτοῦ
δοκιμασία σου ἐν σαρκὶ αὐτοῦ καὶ ἐν ϑλίψει πενίας·
Verse: 15 
ἐν τῷ ὑπομεῖναι δίκαιον ἐν τούτοις ἐλεηϑήσεται ὑπὸ κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.