TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 920
Previous part

Chapter: 18 
Verse: 0  Ψαλμὸς τῷ Σαλωμων· ἔτι τοῦ χριστοῦ κυρίου.
Verse: 1 
Κύριε, τὸ ἔλεός σου ἐπὶ τὰ ἔργα τῶν χειρῶν σου εἰς τὸν αἰῶνα,
χρηστότης σου μετὰ δόματος πλουσίου ἐπὶ Ισραηλ·
Verse: 2 
οἱ ὀϕϑαλμοί σου ἐπιβλέποντες ἐπ' αὐτά, καὶ οὐχ ὑστερήσει // ἐξ αὐτῶν·
τὰ ὦτά σου ἐπακούει εἰς δέησιν πτωχοῦ ἐν ἐλπίδι.
Verse: 3 
τὰ κρίματά σου ἐπὶ πᾶσαν τὴν γῆν μετὰ ἐλέους,
καὶ ἀγάπη σου ἐπὶ σπέρμα Αβρααμ υἱοὺς Ισραηλ.
Verse: 4 
παιδεία σου ἐϕ' ἡμᾶς ὡς υἱὸν πρωτότοκον μονογενῆ
ἀποστρέψαι ψυχὴν εὐήκοον ἀπὸ ἀμαϑίας ἐν ἀγνοίᾳ.
Verse: 5 
καϑαρίσαι ϑεὸς Ισραηλ εἰς ἡμέραν ἐλέους ἐν εὐλογίᾳ,
εἰς ἡμέραν ἐκλογῆς ἐν ἀνάξει χριστοῦ αὐτοῦ.
Verse: 6 
Μακάριοι οἱ γενόμενοι ἐν ταῖς ἡμέραις ἐκείναις
ἰδεῖν τὰ ἀγαϑὰ κυρίου, ποιήσει γενεᾷ τῇ ἐρχομένῃ
Verse: 7 
ὑπὸ ῥάβδον παιδείας χριστοῦ κυρίου ἐν ϕόβῳ ϑεοῦ αὐτοῦ
ἐν σοϕίᾳ πνεύματος καὶ δικαιοσύνης καὶ ἰσχύος
Verse: 8 
κατευϑῦναι ἄνδρα ἐν ἔργοις δικαιοσύνης ϕόβῳ ϑεοῦ
καταστῆσαι πάντας αὐτοὺς ἐνώπιον κυρίου
Verse: 9 
γενεὰ ἀγαϑὴ ἐν ϕόβῳ ϑεοῦ ἐν ἡμέραις ἐλέους.
διάψαλμα.
Verse: 10 
Μέγας ἡμῶν ϑεὸς καὶ ἔνδοξος ἐν ὑψίστοις κατοικῶν
διατάξας ἐν πορείᾳ ϕωστῆρας εἰς καιροὺς ὡρῶν ἀϕ' ἡμερῶν // εἰς ἡμέρας
καὶ οὐ παρέβησαν ἀπὸ ὁδοῦ, ἧς ἐνετείλω αὐτοῖς·
Verse: 11 
ἐν ϕόβῳ ϑεοῦ ὁδὸς αὐτῶν καϑ' ἑκάστην ἡμέραν
ἀϕ' ἧς ἡμέρας ἔκτισεν αὐτοὺς ϑεὸς καὶ ἕως αἰῶνος·
Verse: 12 
καὶ οὐκ ἐπλανήϑησαν ἀϕ' ἧς ἡμέρας ἔκτισεν αὐτούς,
ἀπὸ γενεῶν ἀρχαίων οὐκ ἀπέστησαν ὁδῶν αὐτῶν,
εἰ μὴ ϑεὸς ἐνετείλατο αὐτοῖς ἐν ἐπιταγῇ δούλων αὐτοῦ. //





Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.