TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 915
Previous part

Chapter: 13 
Verse: 0  Τῷ Σαλωμων ψαλμός· παράκλησις τῶν δικαίων.
Verse: 1 
Δεξιὰ κυρίου ἐσκέπασέν με,
δεξιὰ κυρίου ἐϕείσατο ἡμῶν·
Verse: 2 
βραχίων κυρίου ἔσωσεν ἡμᾶς ἀπὸ ῥομϕαίας διαπορευομένης,
ἀπὸ λιμοῦ καὶ ϑανάτου ἁμαρτωλῶν.
Verse: 3 
ϑηρία ἐπεδράμοσαν αὐτοῖς πονηρά·
ἐν τοῖς ὀδοῦσιν αὐτῶν ἐτίλλοσαν σάρκας αὐτῶν
καὶ ἐν ταῖς μύλαις ἔϑλων ὀστᾶ αὐτῶν·
Verse: 4 
καὶ ἐκ τούτων ἁπάντων ἐρρύσατο ἡμᾶς κύριος.
Verse: 5 
᾽Εταράχϑη εὐσεβὴς διὰ τὰ παραπτώματα αὐτοῦ,
μήποτε συμπαραληϕϑῇ μετὰ τῶν ἁμαρτωλῶν·
Verse: 6 
ὅτι δεινὴ καταστροϕὴ τοῦ ἁμαρτωλοῦ,
καὶ οὐχ ἅψεται δικαίου οὐδὲν ἐκ πάντων τούτων.
Verse: 7 
ὅτι οὐχ ὁμοία παιδεία τῶν δικαίων ἐν ἀγνοίᾳ
καὶ καταστροϕὴ τῶν ἁμαρτωλῶν.
Verse: 8 
ἐν περιστολῇ παιδεύεται δίκαιος,
ἵνα μὴ ἐπιχαρῇ ἁμαρτωλὸς τῷ δικαίῳ·
Verse: 9 
ὅτι νουϑετήσει δίκαιον ὡς υἱὸν ἀγαπήσεως,
καὶ παιδεία αὐτοῦ ὡς πρωτοτόκου.
Verse: 10 
ὅτι ϕείσεται κύριος τῶν ὁσίων αὐτοῦ
καὶ τὰ παραπτώματα αὐτῶν ἐξαλείψει ἐν παιδείᾳ.
Verse: 11 
γὰρ ζωὴ τῶν δικαίων εἰς τὸν αἰῶνα·
ἁμαρτωλοὶ δὲ ἀρϑήσονται εἰς ἀπώλειαν,
καὶ οὐχ εὑρεϑήσεται μνημόσυνον αὐτῶν ἔτι·
Verse: 12 
ἐπὶ δὲ τοὺς ὁσίους τὸ ἔλεος κυρίου,
καὶ ἐπὶ τοὺς ϕοβουμένους αὐτὸν τὸ ἔλεος αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.