TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 914
Previous part

Chapter: 12 
Verse: 0  Τῷ Σαλωμων· ἐν γλώσσῃ παρανόμων.
Verse: 1 
Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀνδρὸς παρανόμου καὶ πονηροῦ,
ἀπὸ γλώσσης παρανόμου καὶ ψιϑύρου
καὶ λαλούσης ψευδῆ καὶ δόλια.
Verse: 2 
ἐν ποικιλίᾳ στροϕῆς οἱ λόγοι τῆς γλώσσης ἀνδρὸς πονηροῦ
ὥσπερ ἐν λαῷ πῦρ ἀνάπτον καλλονὴν αὐτοῦ.
Verse: 3 
παροικία αὐτοῦ ἐμπρῆσαι οἴκους ἐν γλώσσῃ ψευδεῖ,
ἐκκόψαι δένδρα εὐϕροσύνης ϕλογιζούσης παρανόμους,
συγχέαι οἴκους ἐν πολέμῳ χείλεσιν ψιϑύροις.
Verse: 4 
Μακρύναι ϑεὸς ἀπὸ ἀκάκων χείλη παρανόμων ἐν ἀπορίᾳ,
καὶ σκορπισϑείησαν ὀστᾶ ψιϑύρων ἀπὸ ϕοβουμένων κύριον·
ἐν πυρὶ ϕλογὸς γλῶσσα ψίϑυρος ἀπόλοιτο ἀπὸ ὁσίων.
Verse: 5 
ϕυλάξαι κύριος ψυχὴν ἡσύχιον μισοῦσαν ἀδίκους,
καὶ κατευϑύναι κύριος ἄνδρα ποιοῦντα εἰρήνην ἐν οἴκῳ.
Verse: 6 
τοῦ κυρίου σωτηρία ἐπὶ Ισραηλ παῖδα αὐτοῦ εἰς τὸν αἰῶνα·
καὶ ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου κυρίου ἅπαξ,
καὶ ὅσιοι κυρίου κληρονομήσαισαν ἐπαγγελίας κυρίου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.