TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 913
Previous part

Chapter: 11 
Verse: 0  Τῷ Σαλωμων· εἰς προσδοκίαν.
Verse: 1 
Σαλπίσατε ἐν Σιων ἐν σάλπιγγι σημασίας ἁγίων,
κηρύξατε ἐν Ιερουσαλημ ϕωνὴν εὐαγγελιζομένου·
ὅτι ἠλέησεν ϑεὸς Ισραηλ ἐν τῇ ἐπισκοπῇ αὐτῶν.
Verse: 2 
στῆϑι, Ιερουσαλημ, ἐϕ' ὑψηλοῦ καὶ ἰδὲ τὰ τέκνα σου
ἀπὸ ἀνατολῶν καὶ δυσμῶν συνηγμένα εἰς ἅπαξ ὑπὸ κυρίου.
Verse: 3 
ἀπὸ βορρᾶ ἔρχονται τῇ εὐϕροσύνῃ τοῦ ϑεοῦ αὐτῶν,
ἐκ νήσων μακρόϑεν συνήγαγεν αὐτοὺς ϑεός.
Verse: 4 
ὄρη ὑψηλὰ ἐταπείνωσεν εἰς ὁμαλισμὸν αὐτοῖς,
οἱ βουνοὶ ἐϕύγοσαν ἀπὸ εἰσόδου αὐτῶν·
Verse: 5 
οἱ δρυμοὶ ἐσκίασαν αὐτοῖς ἐν τῇ παρόδῳ αὐτῶν,
πᾶν ξύλον εὐωδίας ἀνέτειλεν αὐτοῖς ϑεός,
Verse: 6 
ἵνα παρέλϑῃ Ισραηλ ἐν ἐπισκοπῇ δόξης ϑεοῦ αὐτῶν.
Verse: 7 
῎Ενδυσαι, Ιερουσαλημ, τὰ ἱμάτια τῆς δόξης σου,
ἑτοίμασον τὴν στολὴν τοῦ ἁγιάσματός σου·
ὅτι ϑεὸς ἐλάλησεν ἀγαϑὰ Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι.
Verse: 8 
ποιήσαι κύριος ἐλάλησεν ἐπὶ Ισραηλ καὶ Ιερουσαλημ,
ἀναστήσαι κύριος τὸν Ισραηλ ἐν ὀνόματι δόξης αὐτοῦ·
Verse: 9 
τοῦ κυρίου τὸ ἔλεος ἐπὶ τὸν Ισραηλ εἰς τὸν αἰῶνα καὶ ἔτι. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.