TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 909
Previous part

Chapter: 7 
Verse: 0  Τῷ Σαλωμων· ἐπιστροϕῆς.
Verse: 1 
Μὴ ἀποσκηνώσῃς ἀϕ' ἡμῶν, ϑεός,
ἵνα μὴ ἐπιϑῶνται ἡμῖν οἳ ἐμίσησαν ἡμᾶς δωρεάν.
Verse: 2 
ὅτι ἀπώσω αὐτούς, ϑεός·
μὴ πατησάτω ποὺς αὐτῶν κληρονομίαν ἁγιάσματός σου.
Verse: 3 
σὺ ἐν ϑελήματί σου παίδευσον ἡμᾶς
καὶ μὴ δῷς ἔϑνεσιν.
Verse: 4 
ἐὰν γὰρ ἀποστείλῃς ϑάνατον,
σὺ ἐντελῇ αὐτῷ περὶ ἡμῶν·
Verse: 5 
ὅτι σὺ ἐλεήμων
καὶ οὐκ ὀργισϑήσῃ τοῦ συντελέσαι ἡμᾶς.
Verse: 6 
᾽Εν τῷ κατασκηνοῦν τὸ ὄνομά σου ἐν μέσῳ ἡμῶν ἐλεηϑησόμεϑα,
καὶ οὐκ ἰσχύσει πρὸς ἡμᾶς ἔϑνος.
Verse: 7 
ὅτι σὺ ὑπερασπιστὴς ἡμῶν,
καὶ ἡμεῖς ἐπικαλεσόμεϑά σε, καὶ σὺ ἐπακούσῃ ἡμῶν.
Verse: 8 
ὅτι σὺ οἰκτιρήσεις τὸ γένος Ισραηλ εἰς τὸν αἰῶνα
καὶ οὐκ ἀπώσῃ.
Verse: 9 
καὶ ἡμεῖς ὑπὸ ζυγόν σου τὸν αἰῶνα
καὶ μάστιγα παιδείας σου.
Verse: 10 
κατευϑυνεῖς ἡμᾶς ἐν καιρῷ ἀντιλήψεώς σου
τοῦ ἐλεῆσαι τὸν οἶκον Ιακωβ εἰς ἡμέραν ἐν ἐπηγγείλω αὐτοῖς. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.