TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 910
Previous part

Chapter: 8 
Verse: 0  Τῷ Σαλωμων· εἰς νεῖκος.
Verse: 1 
Θλῖψιν καὶ ϕωνὴν πολέμου ἤκουσεν τὸ οὖς μου,
ϕωνὴν σάλπιγγος ἠχούσης σϕαγὴν καὶ ὄλεϑρον·
Verse: 2 
ϕωνὴ λαοῦ πολλοῦ ὡς ἀνέμου πολλοῦ σϕόδρα,
ὡς καταιγὶς πυρὸς πολλοῦ ϕερομένου δι' ἐρήμου.
Verse: 3 
καὶ εἶπα [ἐν] τῇ καρδίᾳ μου
Ποῦ ἄρα κρινεῖ αὐτὸν ϑεός;
Verse: 4 
ϕωνὴν ἤκουσα εἰς Ιερουσαλημ πόλιν ἁγιάσματος·
Verse: 5 
συνετρίβη ὀσϕύς μου ἀπὸ ἀκοῆς,
παρελύϑη γόνατά μου, ἐϕοβήϑη καρδία μου,
ἐταράχϑη τὰ ὀστᾶ μου ὡς λίνον.
Verse: 6 
εἶπα Κατευϑυνοῦσιν ὁδοὺς αὐτῶν ἐν δικαιοσύνῃ.
Verse: 7 
᾽Ανελογισάμην τὰ κρίματα τοῦ ϑεοῦ ἀπὸ κτίσεως οὐρανοῦ // καὶ γῆς,
ἐδικαίωσα τὸν ϑεὸν ἐν τοῖς κρίμασιν αὐτοῦ τοῖς ἀπ' αἰῶνος.
Verse: 8 
ἀνεκάλυψεν ϑεὸς τὰς ἁμαρτίας αὐτῶν ἐναντίον τοῦ ἡλίου,
ἔγνω πᾶσα γῆ τὰ κρίματα τοῦ ϑεοῦ τὰ δίκαια.
Verse: 9 
ἐν καταγαίοις κρυϕίοις αἱ παρανομίαι αὐτῶν ἐν παροργισμῷ·
υἱὸς μετὰ μητρὸς καὶ πατὴρ μετὰ ϑυγατρὸς συνεϕύροντο.
Verse: 10 
ἐμοιχῶντο ἕκαστος τὴν γυναῖκα τοῦ πλησίον αὐτοῦ,
συνέϑεντο αὑτοῖς συνϑήκας μετὰ ὅρκου περὶ τούτων.
Verse: 11 
τὰ ἅγια τοῦ ϑεοῦ διηρπάζοσαν
ὡς μὴ ὄντος κληρονόμου λυτρουμένου.
Verse: 12 
ἐπατοῦσαν τὸ ϑυσιαστήριον κυρίου ἀπὸ πάσης ἀκαϑαρσίας
καὶ ἐν ἀϕέδρῳ αἵματος ἐμίαναν τὰς ϑυσίας ὡς κρέα βέβηλα.
Verse: 13 
οὐ παρέλιπον ἁμαρτίαν, ἣν οὐκ ἐποίησαν ὑπὲρ τὰ ἔϑνη.
Verse: 14 
Διὰ τοῦτο ἐκέρασεν αὐτοῖς ϑεὸς πνεῦμα πλανήσεως,
ἐπότισεν αὐτοὺς ποτήριον οἴνου ἀκράτου εἰς μέϑην.
Verse: 15 
ἤγαγεν τὸν ἀπ' ἐσχάτου τῆς γῆς, τὸν παίοντα κραταιῶς,
ἔκρινεν τὸν πόλεμον ἐπὶ Ιερουσαλημ καὶ τὴν γῆν αὐτῆς.
Verse: 16 
ἀπήντησαν αὐτῷ οἱ ἄρχοντες τῆς γῆς μετὰ χαρᾶς,
εἶπαν αὐτῷ ᾽Επευκτὴ ὁδός σου, δεῦτε εἰσέλϑατε μετ' εἰρήνης.
Verse: 17 
ὡμάλισαν ὁδοὺς τραχείας ἀπὸ εἰσόδου αὐτοῦ,
ἤνοιξαν πύλας ἐπὶ Ιερουσαλημ, ἐστεϕάνωσαν τείχη αὐτῆς.
Verse: 18 
Εἰσῆλϑεν ὡς πατὴρ εἰς οἶκον υἱῶν αὐτοῦ μετ' εἰρήνης,
ἔστησεν τοὺς πόδας αὐτοῦ μετὰ ἀσϕαλείας πολλῆς.
Verse: 19 
κατελάβετο τὰς πυργοβάρεις αὐτῆς καὶ τὸ τεῖχος Ιερουσαλημ,
ὅτι ϑεὸς ἤγαγεν αὐτὸν μετὰ ἀσϕαλείας ἐν τῇ πλανήσει αὐτῶν.
Verse: 20 
ἀπώλεσεν ἄρχοντας αὐτῶν καὶ πᾶν σοϕὸν ἐν βουλῇ,
ἐξέχεεν τὸ αἷμα τῶν οἰκούντων Ιερουσαλημ ὡς ὕδωρ ἀκαϑαρσίας.
Verse: 21 
ἀπήγαγεν τοὺς υἱοὺς καὶ τὰς ϑυγατέρας αὐτῶν, ἐγέννησαν // ἐν βεβηλώσει.
Verse: 22 
᾽Εποίησαν κατὰ τὰς ἀκαϑαρσίας αὐτῶν καϑὼς οἱ πατέρες // αὐτῶν,
ἐμίαναν Ιερουσαλημ καὶ τὰ ἡγιασμένα τῷ ὀνόματι τοῦ ϑεοῦ.
Verse: 23 
ἐδικαιώϑη ϑεὸς ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν τοῖς ἔϑνεσιν // τῆς γῆς,
καὶ οἱ ὅσιοι τοῦ ϑεοῦ ὡς ἀρνία ἐν ἀκακίᾳ ἐν μέσῳ αὐτῶν.
Verse: 24 
αἰνετὸς κύριος κρίνων πᾶσαν τὴν γῆν ἐν δικαιοσύνῃ αὐτοῦ.
Verse: 25 
᾽Ιδοὺ δή, ϑεός, ἔδειξας ἡμῖν τὸ κρίμα σου ἐν τῇ δικαιοσύνῃ // σου,
εἴδοσαν οἱ ὀϕϑαλμοὶ ἡμῶν τὰ κρίματά σου, ϑεός.
Verse: 26 
ἐδικαιώσαμεν τὸ ὄνομά σου τὸ ἔντιμον εἰς αἰῶνας,
ὅτι σὺ ϑεὸς τῆς δικαιοσύνης κρίνων τὸν Ισραηλ ἐν παιδείᾳ.
Verse: 27 
ἐπίστρεψον, ϑεός, τὸ ἔλεός σου ἐϕ' ἡμᾶς
καὶ οἰκτίρησον ἡμᾶς·
Verse: 28 
συνάγαγε τὴν διασπορὰν Ισραηλ μετὰ ἐλέους καὶ χρηστότητος,
ὅτι πίστις σου μεϑ' ἡμῶν.
Verse: 29 
καὶ ἡμεῖς ἐσκληρύναμεν τὸν τράχηλον ἡμῶν,
καὶ σὺ παιδευτὴς ἡμῶν εἶ.
Verse: 30 
μὴ ὑπερίδῃς ἡμᾶς, ϑεὸς ἡμῶν,
ἵνα μὴ καταπίωσιν ἡμᾶς ἔϑνη ὡς μὴ ὄντος λυτρουμένου.
Verse: 31 
καὶ σὺ ϑεὸς ἡμῶν ἀπ' ἀρχῆς,
καὶ ἐπὶ σὲ ἐλπὶς ἡμῶν, κύριε·
Verse: 32 
καὶ ἡμεῖς οὐκ ἀϕεξόμεϑά σου,
ὅτι χρηστὰ τὰ κρίματά σου ἐϕ' ἡμᾶς.
Verse: 33 
ἡμῖν καὶ τοῖς τέκνοις ἡμῶν εὐδοκία εἰς τὸν αἰῶνα·
κύριε σωτὴρ ἡμῶν, οὐ σαλευϑησόμεϑα ἔτι τὸν αἰῶνα χρόνον.
Verse: 34 
αἰνετὸς κύριος ἐν τοῖς κρίμασιν αὐτοῦ ἐν στόματι ὁσίων,
καὶ εὐλογημένος Ισραηλ ὑπὸ κυρίου εἰς τὸν αἰῶνα. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.