TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 908
Previous part

Chapter: 6 
Verse: 0  ᾽Εν ἐλπίδι· τῷ Σαλωμων.
Verse: 1 
Μακάριος ἀνήρ, οὗ καρδία αὐτοῦ ἑτοίμη ἐπικαλέσασϑαι τὸ // ὄνομα κυρίου·
ἐν τῷ μνημονεύειν αὐτὸν τὸ ὄνομα κυρίου σωϑήσεται.
Verse: 2 
αἱ ὁδοὶ αὐτοῦ κατευϑύνονται ὑπὸ κυρίου,
καὶ πεϕυλαγμένα ἔργα χειρῶν αὐτοῦ ὑπὸ κυρίου ϑεοῦ αὐτοῦ.
Verse: 3 
ἀπὸ ὁράσεως πονηρῶν ἐνυπνίων αὐτοῦ οὐ ταραχϑήσεται // ψυχὴ αὐτοῦ,
ἐν διαβάσει ποταμῶν καὶ σάλῳ ϑαλασσῶν οὐ πτοηϑήσεται.
Verse: 4 
ἐξανέστη ἐξ ὕπνου αὐτοῦ καὶ ηὐλόγησεν τῷ ὀνόματι κυρίου,
ἐπ' εὐσταϑείᾳ καρδίας αὐτοῦ ἐξύμνησεν τῷ ὀνόματι τοῦ ϑεοῦ // αὐτοῦ·
Verse: 5 
καὶ ἐδεήϑη τοῦ προσώπου κυρίου περὶ παντὸς τοῦ οἴκου αὐτοῦ,
καὶ κύριος εἰσήκουσεν προσευχὴν παντὸς ἐν ϕόβῳ ϑεοῦ.
Verse: 6 
καὶ πᾶν αἴτημα ψυχῆς ἐλπιζούσης πρὸς αὐτὸν ἐπιτελεῖ // κύριος·
εὐλογητὸς κύριος ποιῶν ἔλεος τοῖς ἀγαπῶσιν αὐτὸν ἐν // ἀληϑείᾳ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.