TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 905
Previous part

Chapter: 3 
Verse: 0  Ψαλμὸς τῷ Σαλωμων· περὶ δικαίων.
Verse: 1 
῞Ινα τί ὑπνοῖς, ψυχή, καὶ οὐκ εὐλογεῖς τὸν κύριον;
ὕμνον καινὸν ψάλατε τῷ ϑεῷ τῷ αἰνετῷ.
Verse: 2 
ψάλλε καὶ γρηγόρησον ἐπὶ τὴν γρηγόρησιν αὐτοῦ,
ὅτι ἀγαϑὸς ψαλμὸς τῷ ϑεῷ ἐξ ἀγαϑῆς καρδίας.
Verse: 3 
δίκαιοι μνημονεύουσιν διὰ παντὸς τοῦ κυρίου,
ἐν ἐξομολογήσει καὶ δικαιώσει τὰ κρίματα κυρίου.
Verse: 4 
οὐκ ὀλιγωρήσει δίκαιος παιδευόμενος ὑπὸ κυρίου,
εὐδοκία αὐτοῦ διὰ παντὸς ἔναντι κυρίου.
Verse: 5 
Προσέκοψεν δίκαιος καὶ ἐδικαίωσεν τὸν κύριον,
ἔπεσεν καὶ ἀποβλέπει τί ποιήσει αὐτῷ ϑεός,
ἀποσκοπεύει ὅϑεν ἥξει σωτηρία αὐτοῦ.
Verse: 6 
ἀλήϑεια τῶν δικαίων παρὰ ϑεοῦ σωτῆρος αὐτῶν,
οὐκ αὐλίζεται ἐν οἴκῳ δικαίου ἁμαρτία ἐϕ' ἁμαρτίαν·
Verse: 7 
ἐπισκέπτεται διὰ παντὸς τὸν οἶκον αὐτοῦ δίκαιος
τοῦ ἐξᾶραι ἀδικίαν ἐν παραπτώματι αὐτοῦ.
Verse: 8 
ἐξιλάσατο περὶ ἀγνοίας ἐν νηστείᾳ καὶ ταπεινώσει ψυχῆς // αὐτοῦ,
καὶ κύριος καϑαρίζει πᾶν ἄνδρα ὅσιον καὶ τὸν οἶκον αὐτοῦ.
Verse: 9 
Προσέκοψεν ἁμαρτωλὸς καὶ καταρᾶται ζωὴν αὐτοῦ,
τὴν ἡμέραν γενέσεως αὐτοῦ καὶ ὠδῖνας μητρός.
Verse: 10 
προσέϑηκεν ἁμαρτίας ἐϕ' ἁμαρτίας τῇ ζωῇ αὐτοῦ·
ἔπεσεν, ὅτι πονηρὸν τὸ πτῶμα αὐτοῦ, καὶ οὐκ ἀναστήσεται.
Verse: 11 
ἀπώλεια τοῦ ἁμαρτωλοῦ εἰς τὸν αἰῶνα,
καὶ οὐ μνησϑήσεται, ὅταν ἐπισκέπτηται δικαίους.
Verse: 12 
αὕτη μερὶς τῶν ἁμαρτωλῶν εἰς τὸν αἰῶνα·
οἱ δὲ ϕοβούμενοι τὸν κύριον ἀναστήσονται εἰς ζωὴν αἰώνιον,
καὶ ζωὴ αὐτῶν ἐν ϕωτὶ κυρίου καὶ οὐκ ἐκλείψει ἔτι.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.