TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 900
Previous part

Chapter: 49 
Verse: 1    Μνημόσυνον Ιωσιου εἰς σύνϑεσιν ϑυμιάματος
   
ἐσκευασμένον ἔργῳ μυρεψοῦ·
   
ἐν παντὶ στόματι ὡς μέλι γλυκανϑήσεται
   
καὶ ὡς μουσικὰ ἐν συμποσίῳ οἴνου.
Verse: 2    
αὐτὸς κατευϑύνϑη ἐν ἐπιστροϕῇ λαοῦ
   
καὶ ἐξῆρεν βδελύγματα ἀνομίας·
Verse: 3    
κατεύϑυνεν πρὸς κύριον τὴν καρδίαν αὐτοῦ,
   
ἐν ἡμέραις ἀνόμων κατίσχυσεν τὴν εὐσέβειαν.
Verse: 4    
Πάρεξ Δαυιδ καὶ Εζεκιου καὶ Ιωσιου
   
πάντες πλημμέλειαν ἐπλημμέλησαν·
   
κατέλιπον γὰρ τὸν νόμον τοῦ ὑψίστου,
   
οἱ βασιλεῖς Ιουδα ἐξέλιπον·
Verse: 5    
ἔδωκαν γὰρ τὸ κέρας αὐτῶν ἑτέροις
   
καὶ τὴν δόξαν αὐτῶν ἔϑνει ἀλλοτρίῳ.
Verse: 6    
ἐνεπύρισαν ἐκλεκτὴν πόλιν ἁγιάσματος
   
καὶ ἠρήμωσαν τὰς ὁδοὺς αὐτῆς
Verse: 7    
ἐν χειρὶ Ιερεμιου· ἐκάκωσαν γὰρ αὐτόν,
   
καὶ αὐτὸς ἐν μήτρᾳ ἡγιάσϑη προϕήτης
   
ἐκριζοῦν καὶ κακοῦν καὶ ἀπολλύειν,
   
ὡσαύτως οἰκοδομεῖν καὶ καταϕυτεύειν.
Verse: 8    
Ιεζεκιηλ ὃς εἶδεν ὅρασιν δόξης,
   
ἣν ὑπέδειξεν αὐτῷ ἐπὶ ἅρματος χερουβιν·
Verse: 9    
καὶ γὰρ ἐμνήσϑη τῶν ἐχϑρῶν ἐν ὄμβρῳ
   
καὶ ἀγαϑῶσαι τοὺς εὐϑύνοντας ὁδούς.
Verse: 10    
καὶ τῶν δώδεκα προϕητῶν τὰ ὀστᾶ
   
ἀναϑάλοι ἐκ τοῦ τόπου αὐτῶν·
   
παρεκάλεσαν γὰρ τὸν Ιακωβ
   
καὶ ἐλυτρώσαντο αὐτοὺς ἐν πίστει ἐλπίδος.
Verse: 11    
Πῶς μεγαλύνωμεν τὸν Ζοροβαβελ;
   
καὶ αὐτὸς ὡς σϕραγὶς ἐπὶ δεξιᾶς χειρός,
Verse: 12    
οὕτως ᾽Ιησοῦς υἱὸς Ιωσεδεκ,
   
οἳ ἐν ἡμέραις αὐτῶν ᾠκοδόμησαν οἶκον
   
καὶ ἀνύψωσαν ναὸν ἅγιον κυρίῳ
   
ἡτοιμασμένον εἰς δόξαν αἰῶνος.
Verse: 13    
καὶ Νεεμιου ἐπὶ πολὺ τὸ μνημόσυνον
   
τοῦ ἐγείραντος ἡμῖν τείχη πεπτωκότα
   
καὶ στήσαντος πύλας καὶ μοχλοὺς
   
καὶ ἀνεγείραντος τὰ οἰκόπεδα ἡμῶν.
Verse: 14    
Οὐδεὶς ἐκτίσϑη ἐπὶ τῆς γῆς τοιοῦτος οἷος Ενωχ·
   
καὶ γὰρ αὐτὸς ἀνελήμϕϑη ἀπὸ τῆς γῆς.
Verse: 15    
οὐδὲ ὡς Ιωσηϕ ἐγεννήϑη ἀνὴρ
   
ἡγούμενος ἀδελϕῶν, στήριγμα λαοῦ,
   
καὶ τὰ ὀστᾶ αὐτοῦ ἐπεσκέπησαν.
Verse: 16    
Σημ καὶ Σηϑ ἐν ἀνϑρώποις ἐδοξάσϑησαν,
   
καὶ ὑπὲρ πᾶν ζῷον ἐν τῇ κτίσει Αδαμ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.