TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 899
Previous part

Chapter: 48 
Verse: 1    Καὶ ἀνέστη Ηλιας προϕήτης ὡς πῦρ,
   
καὶ λόγος αὐτοῦ ὡς λαμπὰς ἐκαίετο·
Verse: 2    
ὃς ἐπήγαγεν ἐπ' αὐτοὺς λιμὸν
   
καὶ τῷ ζήλῳ αὐτοῦ ὠλιγοποίησεν αὐτούς·
Verse: 3    
ἐν λόγῳ κυρίου ἀνέσχεν οὐρανόν,
   
κατήγαγεν οὕτως τρὶς πῦρ.
Verse: 4    
ὡς ἐδοξάσϑης, Ηλια, ἐν ϑαυμασίοις σου·
   
καὶ τίς ὅμοιός σοι καυχᾶσϑαι;
Verse: 5    
ἐγείρας νεκρὸν ἐκ ϑανάτου
   
καὶ ἐξ ᾅδου ἐν λόγῳ ὑψίστου·
Verse: 6    
καταγαγὼν βασιλεῖς εἰς ἀπώλειαν
   
καὶ δεδοξασμένους ἀπὸ κλίνης αὐτῶν·
Verse: 7    
ἀκούων ἐν Σινα ἐλεγμὸν
   
καὶ ἐν Χωρηβ κρίματα ἐκδικήσεως·
Verse: 8    
χρίων βασιλεῖς εἰς ἀνταπόδομα
   
καὶ προϕήτας διαδόχους μετ' αὐτόν·
Verse: 9    
ἀναλημϕϑεὶς ἐν λαίλαπι πυρὸς
   
ἐν ἅρματι ἵππων πυρίνων·
Verse: 10    
καταγραϕεὶς ἐν ἐλεγμοῖς εἰς καιροὺς
   
κοπάσαι ὀργὴν πρὸ ϑυμοῦ,
   
ἐπιστρέψαι καρδίαν πατρὸς πρὸς υἱὸν
   
καὶ καταστῆσαι ϕυλὰς Ιακωβ.
Verse: 11    
μακάριοι οἱ ἰδόντες σε
   
καὶ οἱ ἐν ἀγαπήσει κεκοιμημένοι·
   
καὶ γὰρ ἡμεῖς ζωῇ ζησόμεϑα.
Verse: 12    
Ηλιας ὃς ἐν λαίλαπι ἐσκεπάσϑη,
   
καὶ Ελισαιε ἐνεπλήσϑη πνεύματος αὐτοῦ·
   
καὶ ἐν ἡμέραις αὐτοῦ οὐκ ἐσαλεύϑη ὑπὸ ἄρχοντος,
   
καὶ οὐ κατεδυνάστευσεν αὐτὸν οὐδείς.
Verse: 13    
πᾶς λόγος οὐχ ὑπερῆρεν αὐτόν,
   
καὶ ἐν κοιμήσει ἐπροϕήτευσεν τὸ σῶμα αὐτοῦ·
Verse: 14    
καὶ ἐν ζωῇ αὐτοῦ ἐποίησεν τέρατα,
   
καὶ ἐν τελευτῇ ϑαυμάσια τὰ ἔργα αὐτοῦ.
Verse: 15    
᾽Εν πᾶσιν τούτοις οὐ μετενόησεν λαὸς
   
καὶ οὐκ ἀπέστησαν ἀπὸ τῶν ἁμαρτιῶν αὐτῶν,
   
ἕως ἐπρονομεύϑησαν ἀπὸ γῆς αὐτῶν
   
καὶ διεσκορπίσϑησαν ἐν πάσῃ τῇ γῇ.
Verse: 16    
καὶ κατελείϕϑη λαὸς ὀλιγοστός,
   
καὶ ἄρχων ἐν τῷ οἴκῳ Δαυιδ·
   
τινὲς μὲν αὐτῶν ἐποίησαν τὸ ἀρεστόν,
   
τινὲς δὲ ἐπλήϑυναν ἁμαρτίας.
Verse: 17    
Εζεκιας ὠχύρωσεν τὴν πόλιν αὐτοῦ
   
καὶ εἰσήγαγεν εἰς μέσον αὐτῆς ὕδωρ,
   
ὤρυξεν σιδήρῳ ἀκρότομον
   
καὶ ᾠκοδόμησεν κρήνας εἰς ὕδατα.
Verse: 18    
ἐν ἡμέραις αὐτοῦ ἀνέβη Σενναχηριμ
   
καὶ ἀπέστειλεν Ραψακην, καὶ ἀπῆρεν·
   
καὶ ἐπῆρεν χεῖρα αὐτοῦ ἐπὶ Σιων
   
καὶ ἐμεγαλαύχησεν ἐν ὑπερηϕανίᾳ αὐτοῦ.
Verse: 19    
τότε ἐσαλεύϑησαν καρδίαι καὶ χεῖρες αὐτῶν,
   
καὶ ὠδίνησαν ὡς αἱ τίκτουσαι·
Verse: 20    
καὶ ἐπεκαλέσαντο τὸν κύριον τὸν ἐλεήμονα
   
ἐκπετάσαντες τὰς χεῖρας αὐτῶν πρὸς αὐτόν.
   
καὶ ἅγιος ἐξ οὐρανοῦ ταχὺ ἐπήκουσεν αὐτῶν
   
καὶ ἐλυτρώσατο αὐτοὺς ἐν χειρὶ Ησαιου·
Verse: 21    
ἐπάταξεν τὴν παρεμβολὴν τῶν ᾽Ασσυρίων,
   
καὶ ἐξέτριψεν αὐτοὺς ἄγγελος αὐτοῦ.
Verse: 22    
ἐποίησεν γὰρ Εζεκιας τὸ ἀρεστὸν κυρίῳ
   
καὶ ἐνίσχυσεν ἐν ὁδοῖς Δαυιδ τοῦ πατρὸς αὐτοῦ,
   
ἃς ἐνετείλατο Ησαιας προϕήτης
   
μέγας καὶ πιστὸς ἐν ὁράσει αὐτοῦ.
Verse: 23    
ἐν ταῖς ἡμέραις αὐτοῦ ἀνεπόδισεν ἥλιος
   
καὶ προσέϑηκεν ζωὴν βασιλεῖ.
Verse: 24    
πνεύματι μεγάλῳ εἶδεν τὰ ἔσχατα
   
καὶ παρεκάλεσεν τοὺς πενϑοῦντας ἐν Σιων.
Verse: 25    
ἕως τοῦ αἰῶνος ὑπέδειξεν τὰ ἐσόμενα
   
καὶ τὰ ἀπόκρυϕα πρὶν παραγενέσϑαι αὐτά.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.