TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 898
Chapter: 47
Verse: 1
Καὶ
μετὰ
τοῦτον
ἀνέστη
Ναϑαν
προϕητεύειν
ἐν
ἡμέραις
Δαυιδ
.
Verse: 2
ὥσπερ
στέαρ
ἀϕωρισμένον
ἀπὸ
σωτηρίου
,
οὕτως
Δαυιδ
ἀπὸ
τῶν
υἱῶν
Ισραηλ
.
Verse: 3
ἐν
λέουσιν
ἔπαιξεν
ὡς
ἐν
ἐρίϕοις
καὶ
ἐν
ἄρκοις
ὡς
ἐν
ἄρνασι
προβάτων
.
Verse: 4
ἐν
νεότητι
αὐτοῦ
οὐχὶ
ἀπέκτεινεν
γίγαντα
καὶ
ἐξῆρεν
ὀνειδισμὸν
ἐκ
λαοῦ
ἐν
τῷ
ἐπᾶραι
χεῖρα
ἐν
λίϑῳ
σϕενδόνης
καὶ
καταβαλεῖν
γαυρίαμα
τοῦ
Γολιαϑ
;
Verse: 5
ἐπεκαλέσατο
γὰρ
κύριον
τὸν
ὕψιστον
,
καὶ
ἔδωκεν
ἐν
τῇ
δεξιᾷ
αὐτοῦ
κράτος
ἐξᾶραι
ἄνϑρωπον
δυνατὸν
ἐν
πολέμῳ
ἀνυψῶσαι
κέρας
λαοῦ
αὐτοῦ
.
Verse: 6
οὕτως
ἐν
μυριάσιν
ἐδόξασαν
αὐτὸν
καὶ
ᾔνεσαν
αὐτὸν
ἐν
εὐλογίαις
κυρίου
ἐν
τῷ
ϕέρεσϑαι
αὐτῷ
διάδημα
δόξης
·
Verse: 7
ἐξέτριψεν
γὰρ
ἐχϑροὺς
κυκλόϑεν
καὶ
ἐξουδένωσεν
Φυλιστιιμ
τοὺς
ὑπεναντίους
,
ἕως
σήμερον
συνέτριψεν
αὐτῶν
κέρας
.
Verse: 8
ἐν
παντὶ
ἔργῳ
αὐτοῦ
ἔδωκεν
ἐξομολόγησιν
ἁγίῳ
ὑψίστῳ
ῥήματι
δόξης
·
ἐν
πάσῃ
καρδίᾳ
αὐτοῦ
ὕμνησεν
καὶ
ἠγάπησεν
τὸν
ποιήσαντα
αὐτόν
.
Verse: 9
καὶ
ἔστησεν
ψαλτῳδοὺς
κατέναντι
τοῦ
ϑυσιαστηρίου
καὶ
ἐξ
ἠχοῦς
αὐτῶν
γλυκαίνειν
μέλη
·
Verse: 10
ἔδωκεν
ἐν
ἑορταῖς
εὐπρέπειαν
καὶ
ἐκόσμησεν
καιροὺς
μέχρι
συντελείας
ἐν
τῷ
αἰνεῖν
αὐτοὺς
τὸ
ἅγιον
ὄνομα
αὐτοῦ
καὶ
ἀπὸ
πρωίας
ἠχεῖν
τὸ
ἁγίασμα
.
Verse: 11
κύριος
ἀϕεῖλεν
τὰς
ἁμαρτίας
αὐτοῦ
καὶ
ἀνύψωσεν
εἰς
αἰῶνα
τὸ
κέρας
αὐτοῦ
καὶ
ἔδωκεν
αὐτῷ
διαϑήκην
βασιλέων
καὶ
ϑρόνον
δόξης
ἐν
τῷ
Ισραηλ
.
Verse: 12
Μετὰ
τοῦτον
ἀνέστη
υἱὸς
ἐπιστήμων
καὶ
δι
'
αὐτὸν
κατέλυσεν
ἐν
πλατυσμῷ
·
Verse: 13
Σαλωμων
ἐβασίλευσεν
ἐν
ἡμέραις
εἰρήνης
,
ᾧ
ὁ
ϑεὸς
κατέπαυσεν
κυκλόϑεν
,
ἵνα
στήσῃ
οἶκον
ἐπ
'
ὀνόματι
αὐτοῦ
καὶ
ἑτοιμάσῃ
ἁγίασμα
εἰς
τὸν
αἰῶνα
.
Verse: 14
ὡς
ἐσοϕίσϑης
ἐν
νεότητί
σου
καὶ
ἐνεπλήσϑης
ὡς
ποταμὸς
συνέσεως
.
Verse: 15
γῆν
ἐπεκάλυψεν
ἡ
ψυχή
σου
,
καὶ
ἐνέπλησας
ἐν
παραβολαῖς
αἰνιγμάτων
·
Verse: 16
εἰς
νήσους
πόρρω
ἀϕίκετο
τὸ
ὄνομά
σου
,
καὶ
ἠγαπήϑης
ἐν
τῇ
εἰρήνῃ
σου
·
Verse: 17
ἐν
ᾠδαῖς
καὶ
παροιμίαις
καὶ
παραβολαῖς
καὶ
ἐν
ἑρμηνείαις
ἀπεϑαύμασάν
σε
χῶραι
.
Verse: 18
ἐν
ὀνόματι
κυρίου
τοῦ
ϑεοῦ
τοῦ
ἐπικεκλημένου
ϑεοῦ
Ισραηλ
συνήγαγες
ὡς
κασσίτερον
τὸ
χρυσίον
καὶ
ὡς
μόλιβον
ἐπλήϑυνας
ἀργύριον
.
Verse: 19
παρανέκλινας
τὰς
λαγόνας
σου
γυναιξὶν
καὶ
ἐνεξουσιάσϑης
ἐν
τῷ
σώματί
σου
·
Verse: 20
ἔδωκας
μῶμον
ἐν
τῇ
δόξῃ
σου
καὶ
ἐβεβήλωσας
τὸ
σπέρμα
σου
ἐπαγαγεῖν
ὀργὴν
ἐπὶ
τὰ
τέκνα
σου
καὶ
κατανυγῆναι
ἐπὶ
τῇ
ἀϕροσύνῃ
σου
Verse: 21
γενέσϑαι
δίχα
τυραννίδα
καὶ
ἐξ
Εϕραιμ
ἄρξαι
βασιλείαν
ἀπειϑῆ
.
Verse: 22
ὁ
δὲ
κύριος
οὐ
μὴ
καταλίπῃ
τὸ
ἔλεος
αὐτοῦ
καὶ
οὐ
μὴ
διαϕϑείρῃ
ἀπὸ
τῶν
λόγων
αὐτοῦ
οὐδὲ
μὴ
ἐξαλείψῃ
ἐκλεκτοῦ
αὐτοῦ
ἔκγονα
καὶ
σπέρμα
τοῦ
ἀγαπήσαντος
αὐτὸν
οὐ
μὴ
ἐξάρῃ
·
καὶ
τῷ
Ιακωβ
ἔδωκεν
κατάλειμμα
καὶ
τῷ
Δαυιδ
ἐξ
αὐτοῦ
ῥίζαν
.
Verse: 23
Καὶ
ἀνεπαύσατο
Σαλωμων
μετὰ
τῶν
πατέρων
αὐτοῦ
καὶ
κατέλιπεν
μετ
'
αὐτὸν
ἐκ
τοῦ
σπέρματος
αὐτοῦ
λαοῦ
ἀϕροσύνην
καὶ
ἐλασσούμενον
συνέσει
Ροβοαμ
,
ὃς
ἀπέστησεν
λαὸν
ἐκ
βουλῆς
αὐτοῦ
.
Verse: 24
καὶ
Ιεροβοαμ
υἱὸς
Ναβατ
,
ὃς
ἐξήμαρτεν
τὸν
Ισραηλ
καὶ
ἔδωκεν
τῷ
Εϕραιμ
ὁδὸν
ἁμαρτίας
·
καὶ
ἐπληϑύνϑησαν
αἱ
ἁμαρτίαι
αὐτῶν
σϕόδρα
ἀποστῆσαι
αὐτοὺς
ἀπὸ
τῆς
γῆς
αὐτῶν
·
Verse: 25
καὶ
πᾶσαν
πονηρίαν
ἐξεζήτησαν
,
ἕως
ἐκδίκησις
ἔλϑῃ
ἐπ
'
αὐτούς
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.