TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 894
Chapter: 43
Verse: 1
Γαυρίαμα
ὕψους
στερέωμα
καϑαριότητος
,
εἶδος
οὐρανοῦ
ἐν
ὁράματι
δόξης
.
Verse: 2
ἥλιος
ἐν
ὀπτασίᾳ
διαγγέλλων
ἐν
ἐξόδῳ
σκεῦος
ϑαυμαστόν
,
ἔργον
ὑψίστου
·
Verse: 3
ἐν
μεσημβρίᾳ
αὐτοῦ
ἀναξηραίνει
χώραν
,
καὶ
ἐναντίον
καύματος
αὐτοῦ
τίς
ὑποστήσεται
;
Verse: 4
κάμινον
ϕυσῶν
ἐν
ἔργοις
καύματος
,
τριπλασίως
ἥλιος
ἐκκαίων
ὄρη
·
ἀτμίδας
πυρώδεις
ἐκϕυσῶν
καὶ
ἐκλάμπων
ἀκτῖνας
ἀμαυροῖ
ὀϕϑαλμούς
.
Verse: 5
μέγας
κύριος
ὁ
ποιήσας
αὐτόν
,
καὶ
ἐν
λόγοις
αὐτοῦ
κατέσπευσεν
πορείαν
.
Verse: 6
Καὶ
ἡ
σελήνη
ἐν
πᾶσιν
εἰς
καιρὸν
αὐτῆς
,
ἀνάδειξιν
χρόνων
καὶ
σημεῖον
αἰῶνος
·
Verse: 7
ἀπὸ
σελήνης
σημεῖον
ἑορτῆς
,
ϕωστὴρ
μειούμενος
ἐπὶ
συντελείας
.
Verse: 8
μὴν
κατὰ
τὸ
ὄνομα
αὐτῆς
ἐστιν
αὐξανόμενος
ϑαυμαστῶς
ἐν
ἀλλοιώσει
,
σκεῦος
παρεμβολῶν
ἐν
ὕψει
,
ἐν
στερεώματι
οὐρανοῦ
ἐκλάμπων
.
Verse: 9
κάλλος
οὐρανοῦ
δόξα
ἄστρων
,
κόσμος
ϕωτίζων
ἐν
ὑψίστοις
κυρίου
·
Verse: 10
ἐν
λόγοις
ἁγίου
στήσονται
κατὰ
κρίμα
καὶ
οὐ
μὴ
ἐκλυϑῶσιν
ἐν
ϕυλακαῖς
αὐτῶν
.
Verse: 11
ἰδὲ
τόξον
καὶ
εὐλόγησον
τὸν
ποιήσαντα
αὐτὸ
σϕόδρα
ὡραῖον
ἐν
τῷ
αὐγάσματι
αὐτοῦ
·
Verse: 12
ἐγύρωσεν
οὐρανὸν
ἐν
κυκλώσει
δόξης
,
χεῖρες
ὑψίστου
ἐτάνυσαν
αὐτό
.
Verse: 13
Προστάγματι
αὐτοῦ
κατέσπευσεν
χιόνα
καὶ
ταχύνει
ἀστραπὰς
κρίματος
αὐτοῦ
·
Verse: 14
διὰ
τοῦτο
ἠνεῴχϑησαν
ϑησαυροί
,
καὶ
ἐξέπτησαν
νεϕέλαι
ὡς
πετεινά
·
Verse: 15
ἐν
μεγαλείῳ
αὐτοῦ
ἴσχυσεν
νεϕέλας
,
καὶ
διεϑρύβησαν
λίϑοι
χαλάζης
·
Verse: 16
καὶ
ἐν
ὀπτασίᾳ
αὐτοῦ
σαλευϑήσεται
ὄρη
,
ἐν
ϑελήματι
αὐτοῦ
πνεύσεται
νότος
.
Verse: 17
ϕωνὴ
βροντῆς
αὐτοῦ
ὠνείδισεν
γῆν
καὶ
καταιγὶς
βορέου
καὶ
συστροϕὴ
πνεύματος
.
Verse: 18
ὡς
πετεινὰ
καϑιπτάμενα
πάσσει
χιόνα
,
καὶ
ὡς
ἀκρὶς
καταλύουσα
ἡ
κατάβασις
αὐτῆς
·
κάλλος
λευκότητος
αὐτῆς
ἐκϑαυμάσει
ὀϕϑαλμός
,
καὶ
ἐπὶ
τοῦ
ὑετοῦ
αὐτῆς
ἐκστήσεται
καρδία
.
Verse: 19
καὶ
πάχνην
ὡς
ἅλα
ἐπὶ
γῆς
χέει
,
καὶ
παγεῖσα
γίνεται
σκολόπων
ἄκρα
.
Verse: 20
ψυχρὸς
ἄνεμος
βορέης
πνεύσει
,
καὶ
παγήσεται
κρύσταλλος
ἐϕ
'
ὕδατος
·
ἐπὶ
πᾶσαν
συναγωγὴν
ὕδατος
καταλύσει
,
καὶ
ὡς
ϑώρακα
ἐνδύσεται
τὸ
ὕδωρ
.
Verse: 21
καταϕάγεται
ὄρη
καὶ
ἔρημον
ἐκκαύσει
καὶ
ἀποσβέσει
χλόην
ὡς
πῦρ
.
Verse: 22
ἴασις
πάντων
κατὰ
σπουδὴν
ὁμίχλη
,
δρόσος
ἀπαντῶσα
ἀπὸ
καύσωνος
ἱλαρώσει
.
Verse: 23
Λογισμῷ
αὐτοῦ
ἐκόπασεν
ἄβυσσον
καὶ
ἐϕύτευσεν
ἐν
αὐτῇ
νήσους
.
Verse: 24
οἱ
πλέοντες
τὴν
ϑάλασσαν
διηγοῦνται
τὸν
κίνδυνον
αὐτῆς
,
καὶ
ἀκοαῖς
ὠτίων
ἡμῶν
ϑαυμάζομεν
·
Verse: 25
καὶ
ἐκεῖ
τὰ
παράδοξα
καὶ
ϑαυμάσια
ἔργα
,
ποικιλία
παντὸς
ζῴου
,
κτίσις
κητῶν
.
Verse: 26
δι
'
αὐτὸν
εὐοδοῖ
ἄγγελος
αὐτοῦ
,
καὶ
ἐν
λόγῳ
αὐτοῦ
σύγκειται
τὰ
πάντα
.
Verse: 27
Πολλὰ
ἐροῦμεν
καὶ
οὐ
μὴ
ἀϕικώμεϑα
,
καὶ
συντέλεια
λόγων
Τὸ
πᾶν
ἐστιν
αὐτός
.
Verse: 28
δοξάζοντες
ποῦ
ἰσχύσομεν
;
αὐτὸς
γὰρ
ὁ
μέγας
παρὰ
πάντα
τὰ
ἔργα
αὐτοῦ
.
Verse: 29
ϕοβερὸς
κύριος
καὶ
σϕόδρα
μέγας
,
καὶ
ϑαυμαστὴ
ἡ
δυναστεία
αὐτοῦ
.
Verse: 30
δοξάζοντες
κύριον
ὑψώσατε
καϑ
'
ὅσον
ἂν
δύνησϑε
,
ὑπερέξει
γὰρ
καὶ
ἔτι
·
καὶ
ὑψοῦντες
αὐτὸν
πληϑύνατε
ἐν
ἰσχύι
,
μὴ
κοπιᾶτε
,
οὐ
γὰρ
μὴ
ἀϕίκησϑε
.
Verse: 31
τίς
ἑόρακεν
αὐτὸν
καὶ
ἐκδιηγήσεται
;
καὶ
τίς
μεγαλυνεῖ
αὐτὸν
καϑώς
ἐστιν
;
Verse: 32
πολλὰ
ἀπόκρυϕά
ἐστιν
μείζονα
τούτων
,
ὀλίγα
γὰρ
ἑωράκαμεν
τῶν
ἔργων
αὐτοῦ
·
Verse: 33
πάντα
γὰρ
ἐποίησεν
ὁ
κύριος
καὶ
τοῖς
εὐσεβέσιν
ἔδωκεν
σοϕίαν
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.