TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 893
Previous part

Chapter: 42 
Verse: 1    Μὴ περὶ τούτων αἰσχυνϑῇς
   
καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν·
Verse: 2    
περὶ νόμου ὑψίστου καὶ διαϑήκης
   
καὶ περὶ κρίματος δικαιῶσαι τὸν ἀσεβῆ,
Verse: 3    
περὶ λόγου κοινωνοῦ καὶ ὁδοιπόρων
   
καὶ περὶ δόσεως κληρονομίας ἑταίρων,
Verse: 4    
περὶ ἀκριβείας ζυγοῦ καὶ σταϑμίων
   
καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων,
Verse: 5    
περὶ διαϕόρου πράσεως ἐμπόρων
   
καὶ περὶ παιδείας τέκνων πολλῆς
   
καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι·
Verse: 6    
ἐπὶ γυναικὶ πονηρᾷ καλὸν σϕραγίς,
   
καὶ ὅπου χεῖρες πολλαί, κλεῖσον·
Verse: 7    
ἐὰν παραδιδῷς, ἐν ἀριϑμῷ καὶ σταϑμῷ,
   
καὶ δόσις καὶ λῆμψις, πάντα ἐν γραϕῇ·
Verse: 8    
περὶ παιδείας ἀνοήτου καὶ μωροῦ
   
καὶ ἐσχατογήρως κρινομένου πρὸς νέους·
   
καὶ ἔσῃ πεπαιδευμένος ἀληϑινῶς
   
καὶ δεδοκιμασμένος ἔναντι παντὸς ζῶντος.
Verse: 9    
Θυγάτηρ πατρὶ ἀπόκρυϕος ἀγρυπνία,
   
καὶ μέριμνα αὐτῆς ἀϕιστᾷ ὕπνον·
   
ἐν νεότητι αὐτῆς, μήποτε παρακμάσῃ,
   
καὶ συνῳκηκυῖα, μήποτε μισηϑῇ·
Verse: 10    
ἐν παρϑενίᾳ, μήποτε βεβηλωϑῇ
   
καὶ ἐν τοῖς πατρικοῖς αὐτῆς ἔγκυος γένηται·
   
μετὰ ἀνδρὸς οὖσα, μήποτε παραβῇ,
   
καὶ συνῳκηκυῖα, μήποτε στειρωϑῇ.
Verse: 11    
ἐπὶ ϑυγατρὶ ἀδιατρέπτῳ στερέωσον ϕυλακήν,
   
μήποτε ποιήσῃ σε ἐπίχαρμα ἐχϑροῖς,
   
λαλιὰν ἐν πόλει καὶ ἔκκλητον λαοῦ,
   
καὶ καταισχύνῃ σε ἐν πλήϑει πολλῶν.
Verse: 12    
παντὶ ἀνϑρώπῳ μὴ ἔμβλεπε ἐν κάλλει
   
καὶ ἐν μέσῳ γυναικῶν μὴ συνέδρευε·
Verse: 13    
ἀπὸ γὰρ ἱματίων ἐκπορεύεται σὴς
   
καὶ ἀπὸ γυναικὸς πονηρία γυναικός.
Verse: 14    
κρείσσων πονηρία ἀνδρὸς ἀγαϑοποιὸς γυνή,
   
καὶ γυνὴ καταισχύνουσα εἰς ὀνειδισμόν.
Verse: 15    
Μνησϑήσομαι δὴ τὰ ἔργα κυρίου,
   
καὶ ἑόρακα, ἐκδιηγήσομαι·
   
ἐν λόγοις κυρίου τὰ ἔργα αὐτοῦ.
Verse: 16    
ἥλιος ϕωτίζων κατὰ πᾶν ἐπέβλεψεν,
   
καὶ τῆς δόξης κυρίου πλῆρες τὸ ἔργον αὐτοῦ.
Verse: 17    
οὐκ ἐξεποίησεν τοῖς ἁγίοις κυρίου
   
ἐκδιηγήσασϑαι πάντα τὰ ϑαυμάσια αὐτοῦ,
   
ἐστερέωσεν κύριος παντοκράτωρ
   
στηριχϑῆναι ἐν δόξῃ αὐτοῦ τὸ πᾶν.
Verse: 18    
ἄβυσσον καὶ καρδίαν ἐξίχνευσεν
   
καὶ ἐν πανουργεύμασιν αὐτῶν διενοήϑη·
   
ἔγνω γὰρ ὕψιστος πᾶσαν εἴδησιν
   
καὶ ἐνέβλεψεν εἰς σημεῖον αἰῶνος
Verse: 19    
ἀπαγγέλλων τὰ παρεληλυϑότα καὶ τὰ ἐσόμενα
   
καὶ ἀποκαλύπτων ἴχνη ἀποκρύϕων·
Verse: 20    
οὐ παρῆλϑεν αὐτὸν πᾶν διανόημα,
   
οὐκ ἐκρύβη ἀπ' αὐτοῦ οὐδὲ εἷς λόγος.
Verse: 21    
τὰ μεγαλεῖα τῆς σοϕίας αὐτοῦ ἐκόσμησεν,
   
ὡς ἔστιν πρὸ τοῦ αἰῶνος καὶ εἰς τὸν αἰῶνα·
   
οὔτε προσετέϑη οὔτε ἠλαττώϑη,
   
καὶ οὐ προσεδεήϑη οὐδενὸς συμβούλου.
Verse: 22    
ὡς πάντα τὰ ἔργα αὐτοῦ ἐπιϑυμητὰ
   
καὶ ὡς σπινϑῆρός ἐστιν ϑεωρῆσαι·
Verse: 23    
πάντα ταῦτα ζῇ καὶ μένει εἰς τὸν αἰῶνα
   
ἐν πάσαις χρείαις, καὶ πάντα ὑπακούει.
Verse: 24    
πάντα δισσά, ἓν κατέναντι τοῦ ἑνός,
   
καὶ οὐκ ἐποίησεν οὐδὲν ἐλλεῖπον·
Verse: 25    
ἓν τοῦ ἑνὸς ἐστερέωσεν τὰ ἀγαϑά,
   
καὶ τίς πλησϑήσεται ὁρῶν δόξαν αὐτοῦ;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.