TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 892
Previous part

Chapter: 41 
Verse: 1    ῏Ω ϑάνατε, ὡς πικρόν σου τὸ μνημόσυνόν ἐστιν
   
ἀνϑρώπῳ εἰρηνεύοντι ἐν τοῖς ὑπάρχουσιν αὐτοῦ,
   
ἀνδρὶ ἀπερισπάστῳ καὶ εὐοδουμένῳ ἐν πᾶσιν
   
καὶ ἔτι ἰσχύοντι ἐπιδέξασϑαι τροϕήν.
Verse: 2    
ϑάνατε, καλόν σου τὸ κρίμα ἐστὶν
   
ἀνϑρώπῳ ἐπιδεομένῳ καὶ ἐλασσουμένῳ ἰσχύι,
   
ἐσχατογήρῳ καὶ περισπωμένῳ περὶ πάντων
   
καὶ ἀπειϑοῦντι καὶ ἀπολωλεκότι ὑπομονήν.
Verse: 3    
μὴ εὐλαβοῦ κρίμα ϑανάτου,
   
μνήσϑητι προτέρων σου καὶ ἐσχάτων·
Verse: 4    
τοῦτο τὸ κρίμα παρὰ κυρίου πάσῃ σαρκί,
   
καὶ τί ἀπαναίνῃ ἐν εὐδοκίᾳ ὑψίστου;
   
εἴτε δέκα εἴτε ἑκατὸν εἴτε χίλια ἔτη,
   
οὐκ ἔστιν ἐν ᾅδου ἐλεγμὸς ζωῆς.
Verse: 5    
Τέκνα βδελυρὰ γίνεται τέκνα ἁμαρτωλῶν
   
καὶ συναναστρεϕόμενα παροικίαις ἀσεβῶν·
Verse: 6    
τέκνων ἁμαρτωλῶν ἀπολεῖται κληρονομία,
   
καὶ μετὰ τοῦ σπέρματος αὐτῶν ἐνδελεχιεῖ ὄνειδος.
Verse: 7    
πατρὶ ἀσεβεῖ μέμψεται τέκνα,
   
ὅτι δι' αὐτὸν ὀνειδισϑήσονται.
Verse: 8    
οὐαὶ ὑμῖν, ἄνδρες ἀσεβεῖς,
   
οἵτινες ἐγκατελίπετε νόμον ϑεοῦ ὑψίστου·
Verse: 9    
καὶ ἐὰν γεννηϑῆτε, εἰς κατάραν γεννηϑήσεσϑε,
   
καὶ ἐὰν ἀποϑάνητε, εἰς κατάραν μερισϑήσεσϑε.
Verse: 10    
πάντα, ὅσα ἐκ γῆς, εἰς γῆν ἀπελεύσεται,
   
οὕτως ἀσεβεῖς ἀπὸ κατάρας εἰς ἀπώλειαν.
Verse: 11    
Πένϑος ἀνϑρώπων ἐν σώμασιν αὐτῶν,
   
ὄνομα δὲ ἁμαρτωλῶν οὐκ ἀγαϑὸν ἐξαλειϕϑήσεται.
Verse: 12    
ϕρόντισον περὶ ὀνόματος, αὐτὸ γάρ σοι διαμενεῖ
   
χίλιοι μεγάλοι ϑησαυροὶ χρυσίου·
Verse: 13    
ἀγαϑῆς ζωῆς ἀριϑμὸς ἡμερῶν,
   
καὶ ἀγαϑὸν ὄνομα εἰς αἰῶνα διαμενεῖ.
Verse: 14    
παιδείαν ἐν εἰρήνῃ συντηρήσατε, τέκνα·
   
σοϕία δὲ κεκρυμμένη καὶ ϑησαυρὸς ἀϕανής,
   
τίς ὠϕέλεια ἐν ἀμϕοτέροις;
Verse: 15    
κρείσσων ἄνϑρωπος ἀποκρύπτων τὴν μωρίαν αὐτοῦ
   
ἄνϑρωπος ἀποκρύπτων τὴν σοϕίαν αὐτοῦ.
Verse: 16    
Τοιγαροῦν ἐντράπητε ἐπὶ τῷ ῥήματί μου·
   
οὐ γάρ ἐστιν πᾶσαν αἰσχύνην διαϕυλάξαι καλόν,
   
καὶ οὐ πάντα πᾶσιν ἐν πίστει εὐδοκιμεῖται.
Verse: 17    
αἰσχύνεσϑε ἀπὸ πατρὸς καὶ μητρὸς περὶ πορνείας
   
καὶ ἀπὸ ἡγουμένου καὶ δυνάστου περὶ ψεύδους,
Verse: 18    
ἀπὸ κριτοῦ καὶ ἄρχοντος περὶ πλημμελείας
   
καὶ ἀπὸ συναγωγῆς καὶ λαοῦ περὶ ἀνομίας,
Verse: 19    
ἀπὸ κοινωνοῦ καὶ ϕίλου περὶ ἀδικίας
   
καὶ ἀπὸ τόπου, οὗ παροικεῖς, περὶ κλοπῆς,
Verse: 20    
ἀπὸ ἀληϑείας ϑεοῦ καὶ διαϑήκης
   
καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐπ' ἄρτοις,
Verse: 21    
ἀπὸ σκορακισμοῦ λήμψεως καὶ δόσεως
   
καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς,
Verse: 22    
ἀπὸ ὁράσεως γυναικὸς ἑταίρας
   
καὶ ἀπὸ ἀποστροϕῆς προσώπου συγγενοῦς,
Verse: 23    
ἀπὸ ἀϕαιρέσεως μερίδος καὶ δόσεως
   
καὶ ἀπὸ κατανοήσεως γυναικὸς ὑπάνδρου,
Verse: 24    
ἀπὸ περιεργίας παιδίσκης αὐτοῦ
   
καὶ μὴ ἐπιστῇς ἐπὶ τὴν κοίτην αὐτῆς,
Verse: 25    
ἀπὸ ϕίλων περὶ λόγων ὀνειδισμοῦ
   
καὶ μετὰ τὸ δοῦναι μὴ ὀνείδιζε,
Verse: 26    
ἀπὸ δευτερώσεως καὶ λόγου ἀκοῆς
   
καὶ ἀπὸ καλύψεως λόγων κρυϕίων·
Verse: 27    
καὶ ἔσῃ αἰσχυντηρὸς ἀληϑινῶς
   
καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνϑρώπου.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.