TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 891
Previous part

Chapter: 40 
Verse: 1    ᾽Ασχολία μεγάλη ἔκτισται παντὶ ἀνϑρώπῳ
   
καὶ ζυγὸς βαρὺς ἐπὶ υἱοὺς Αδαμ
   
ἀϕ' ἡμέρας ἐξόδου ἐκ γαστρὸς μητρὸς αὐτῶν
   
ἕως ἡμέρας ἐπιστροϕῆς εἰς μητέρα πάντων·
Verse: 2    
τοὺς διαλογισμοὺς αὐτῶν καὶ ϕόβον καρδίας,
   
ἐπίνοια προσδοκίας, ἡμέρα τελευτῆς.
Verse: 3    
ἀπὸ καϑημένου ἐπὶ ϑρόνου ἐνδόξου
   
καὶ ἕως τεταπεινωμένου ἐν γῇ καὶ σποδῷ,
Verse: 4    
ἀπὸ ϕοροῦντος ὑακίνϑινον καὶ στέϕανον
   
καὶ ἕως περιβαλλομένου ὠμόλινον
   
ϑυμὸς καὶ ζῆλος καὶ ταραχὴ καὶ σάλος
   
καὶ ϕόβος ϑανάτου καὶ μηνίαμα καὶ ἔρις.
Verse: 5    
καὶ ἐν καιρῷ ἀναπαύσεως ἐπὶ κοίτης
   
ὕπνος νυκτὸς ἀλλοιοῖ γνῶσιν αὐτοῦ·
Verse: 6    
ὀλίγον ὡς οὐδὲν ἐν ἀναπαύσει,
   
καὶ ἀπ' ἐκείνου ἐν ὕπνοις ὡς ἐν ἡμέρᾳ σκοπιᾶς
   
τεϑορυβημένος ἐν ὁράσει καρδίας αὐτοῦ
   
ὡς ἐκπεϕευγὼς ἀπὸ προσώπου πολέμου·
Verse: 7    
ἐν καιρῷ χρείας αὐτοῦ ἐξηγέρϑη
   
καὶ ἀποϑαυμάζων εἰς οὐδένα ϕόβον.
Verse: 8    
μετὰ πάσης σαρκὸς ἀπὸ ἀνϑρώπου ἕως κτήνους,
   
καὶ ἐπὶ ἁμαρτωλῶν ἑπταπλάσια πρὸς ταῦτα·
Verse: 9    
ϑάνατος καὶ αἷμα καὶ ἔρις καὶ ῥομϕαία,
   
ἐπαγωγαί, λιμὸς καὶ σύντριμμα καὶ μάστιξ.
Verse: 10    
ἐπὶ τοὺς ἀνόμους ἐκτίσϑη ταῦτα πάντα,
   
καὶ δι' αὐτοὺς ἐγένετο κατακλυσμός.
Verse: 11    
πάντα, ὅσα ἀπὸ γῆς, εἰς γῆν ἀναστρέϕει,
   
καὶ ἀπὸ ὑδάτων, εἰς ϑάλασσαν ἀνακάμπτει.
Verse: 12    
Πᾶν δῶρον καὶ ἀδικία ἐξαλειϕϑήσεται,
   
καὶ πίστις εἰς τὸν αἰῶνα στήσεται.
Verse: 13    
χρήματα ἀδίκων ὡς ποταμὸς ξηρανϑήσεται
   
καὶ ὡς βροντὴ μεγάλη ἐν ὑετῷ ἐξηχήσει·
Verse: 14    
ἐν τῷ ἀνοῖξαι αὐτὸν χεῖρας εὐϕρανϑήσεται,
   
οὕτως οἱ παραβαίνοντες εἰς συντέλειαν ἐκλείψουσιν.
Verse: 15    
ἔκγονα ἀσεβῶν οὐ πληϑυνεῖ κλάδους,
   
καὶ ῥίζαι ἀκάϑαρτοι ἐπ' ἀκροτόμου πέτρας·
Verse: 16    
ἄχι ἐπὶ παντὸς ὕδατος καὶ χείλους ποταμοῦ
   
πρὸ παντὸς χόρτου ἐκτιλήσεται.
Verse: 17    
χάρις ὡς παράδεισος ἐν εὐλογίαις,
   
καὶ ἐλεημοσύνη εἰς τὸν αἰῶνα διαμενεῖ.
Verse: 18    
Ζωὴ αὐτάρκους καὶ ἐργάτου γλυκανϑήσεται,
   
καὶ ὑπὲρ ἀμϕότερα εὑρίσκων ϑησαυρόν.
Verse: 19    
τέκνα καὶ οἰκοδομὴ πόλεως στηρίζουσιν ὄνομα,
   
καὶ ὑπὲρ ἀμϕότερα γυνὴ ἄμωμος λογίζεται.
Verse: 20    
οἶνος καὶ μουσικὰ εὐϕραίνουσιν καρδίαν,
   
καὶ ὑπὲρ ἀμϕότερα ἀγάπησις σοϕίας.
Verse: 21    
αὐλὸς καὶ ψαλτήριον ἡδύνουσιν μέλη,
   
καὶ ὑπὲρ ἀμϕότερα γλῶσσα ἡδεῖα.
Verse: 22    
χάριν καὶ κάλλος ἐπιϑυμήσει ὀϕϑαλμὸς
   
καὶ ὑπὲρ ἀμϕότερα χλόην σπόρου.
Verse: 23    
ϕίλος καὶ ἑταῖρος εἰς καιρὸν ἀπαντῶντες,
   
καὶ ὑπὲρ ἀμϕότερα γυνὴ μετὰ ἀνδρός.
Verse: 24    
ἀδελϕοὶ καὶ βοήϑεια εἰς καιρὸν ϑλίψεως,
   
καὶ ὑπὲρ ἀμϕότερα ἐλεημοσύνη ῥύσεται.
Verse: 25    
χρυσίον καὶ ἀργύριον ἐπιστήσουσιν πόδα,
   
καὶ ὑπὲρ ἀμϕότερα βουλὴ εὐδοκιμεῖται.
Verse: 26    
χρήματα καὶ ἰσχὺς ἀνυψώσουσιν καρδίαν,
   
καὶ ὑπὲρ ἀμϕότερα ϕόβος κυρίου·
   
οὐκ ἔστιν ἐν ϕόβῳ κυρίου ἐλάττωσις,
   
καὶ οὐκ ἔστιν ἐπιζητῆσαι ἐν αὐτῷ βοήϑειαν·
Verse: 27    
ϕόβος κυρίου ὡς παράδεισος εὐλογίας,
   
καὶ ὑπὲρ πᾶσαν δόξαν ἐκάλυψεν αὐτόν.
Verse: 28    
Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς·
   
κρεῖσσον ἀποϑανεῖν ἐπαιτεῖν.
Verse: 29    
ἀνὴρ βλέπων εἰς τράπεζαν ἀλλοτρίαν,
   
οὐκ ἔστιν αὐτοῦ βίος ἐν λογισμῷ ζωῆς,
   
ἀλισγήσει ψυχὴν αὐτοῦ ἐν ἐδέσμασιν ἀλλοτρίοις·
   
ἀνὴρ δὲ ἐπιστήμων καὶ πεπαιδευμένος ϕυλάξεται.
Verse: 30    
ἐν στόματι ἀναιδοῦς γλυκανϑήσεται ἐπαίτησις,
   
καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ καήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.