TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 890
Chapter: 39
Verse: 1
Πλὴν
τοῦ
ἐπιδιδόντος
τὴν
ψυχὴν
αὐτοῦ
καὶ
διανοουμένου
ἐν
νόμῳ
ὑψίστου
,
σοϕίαν
πάντων
ἀρχαίων
ἐκζητήσει
καὶ
ἐν
προϕητείαις
ἀσχοληϑήσεται
,
Verse: 2
διήγησιν
ἀνδρῶν
ὀνομαστῶν
συντηρήσει
καὶ
ἐν
στροϕαῖς
παραβολῶν
συνεισελεύσεται
,
Verse: 3
ἀπόκρυϕα
παροιμιῶν
ἐκζητήσει
καὶ
ἐν
αἰνίγμασι
παραβολῶν
ἀναστραϕήσεται
.
Verse: 4
ἀνὰ
μέσον
μεγιστάνων
ὑπηρετήσει
καὶ
ἔναντι
ἡγουμένων
ὀϕϑήσεται
·
ἐν
γῇ
ἀλλοτρίων
ἐϑνῶν
διελεύσεται
,
ἀγαϑὰ
γὰρ
καὶ
κακὰ
ἐν
ἀνϑρώποις
ἐπείρασεν
.
Verse: 5
τὴν
καρδίαν
αὐτοῦ
ἐπιδώσει
ὀρϑρίσαι
πρὸς
κύριον
τὸν
ποιήσαντα
αὐτὸν
καὶ
ἔναντι
ὑψίστου
δεηϑήσεται
·
καὶ
ἀνοίξει
στόμα
αὐτοῦ
ἐν
προσευχῇ
καὶ
περὶ
τῶν
ἁμαρτιῶν
αὐτοῦ
δεηϑήσεται
.
Verse: 6
ἐὰν
κύριος
ὁ
μέγας
ϑελήσῃ
,
πνεύματι
συνέσεως
ἐμπλησϑήσεται
·
αὐτὸς
ἀνομβρήσει
ῥήματα
σοϕίας
αὐτοῦ
καὶ
ἐν
προσευχῇ
ἐξομολογήσεται
κυρίῳ
·
Verse: 7
αὐτὸς
κατευϑυνεῖ
βουλὴν
αὐτοῦ
καὶ
ἐπιστήμην
καὶ
ἐν
τοῖς
ἀποκρύϕοις
αὐτοῦ
διανοηϑήσεται
·
Verse: 8
αὐτὸς
ἐκϕανεῖ
παιδείαν
διδασκαλίας
αὐτοῦ
καὶ
ἐν
νόμῳ
διαϑήκης
κυρίου
καυχήσεται
.
Verse: 9
αἰνέσουσιν
τὴν
σύνεσιν
αὐτοῦ
πολλοί
,
καὶ
ἕως
τοῦ
αἰῶνος
οὐκ
ἐξαλειϕϑήσεται
·
οὐκ
ἀποστήσεται
τὸ
μνημόσυνον
αὐτοῦ
,
καὶ
τὸ
ὄνομα
αὐτοῦ
ζήσεται
εἰς
γενεὰς
γενεῶν
·
Verse: 10
τὴν
σοϕίαν
αὐτοῦ
διηγήσονται
ἔϑνη
,
καὶ
τὸν
ἔπαινον
αὐτοῦ
ἐξαγγελεῖ
ἐκκλησία
·
Verse: 11
ἐὰν
ἐμμείνῃ
,
ὄνομα
καταλείψει
ἢ
χίλιοι
,
καὶ
ἐὰν
ἀναπαύσηται
,
ἐκποιεῖ
αὐτῷ
.
Verse: 12
῎Ετι
διανοηϑεὶς
ἐκδιηγήσομαι
καὶ
ὡς
διχομηνία
ἐπληρώϑην
.
Verse: 13
εἰσακούσατέ
μου
,
υἱοὶ
ὅσιοι
,
καὶ
βλαστήσατε
ὡς
ῥόδον
ϕυόμενον
ἐπὶ
ῥεύματος
ὑγροῦ
Verse: 14
καὶ
ὡς
λίβανος
εὐωδιάσατε
ὀσμὴν
καὶ
ἀνϑήσατε
ἄνϑος
ὡς
κρίνον
.
διάδοτε
ὀσμὴν
καὶ
αἰνέσατε
ᾆσμα
,
εὐλογήσατε
κύριον
ἐπὶ
πᾶσιν
τοῖς
ἔργοις
,
Verse: 15
δότε
τῷ
ὀνόματι
αὐτοῦ
μεγαλωσύνην
καὶ
ἐξομολογήσασϑε
ἐν
αἰνέσει
αὐτοῦ
ἐν
ᾠδαῖς
χειλέων
καὶ
ἐν
κινύραις
καὶ
οὕτως
ἐρεῖτε
ἐν
ἐξομολογήσει
Verse: 16
Τὰ
ἔργα
κυρίου
πάντα
ὅτι
καλὰ
σϕόδρα
,
καὶ
πᾶν
πρόσταγμα
ἐν
καιρῷ
αὐτοῦ
ἔσται
·
οὐκ
ἔστιν
εἰπεῖν
Τί
τοῦτο
;
εἰς
τί
τοῦτο
;
πάντα
γὰρ
ἐν
καιρῷ
αὐτοῦ
ζητηϑήσεται
.
Verse: 17
ἐν
λόγῳ
αὐτοῦ
ἔστη
ὡς
ϑιμωνιὰ
ὕδωρ
καὶ
ἐν
ῥήματι
στόματος
αὐτοῦ
ἀποδοχεῖα
ὑδάτων
.
Verse: 18
ἐν
προστάγματι
αὐτοῦ
πᾶσα
ἡ
εὐδοκία
,
καὶ
οὐκ
ἔστιν
ὃς
ἐλαττώσει
τὸ
σωτήριον
αὐτοῦ
.
Verse: 19
ἔργα
πάσης
σαρκὸς
ἐνώπιον
αὐτοῦ
,
καὶ
οὐκ
ἔστιν
κρυβῆναι
ἀπὸ
τῶν
ὀϕϑαλμῶν
αὐτοῦ
·
Verse: 20
ἀπὸ
τοῦ
αἰῶνος
εἰς
τὸν
αἰῶνα
ἐπέβλεψεν
,
καὶ
οὐϑέν
ἐστιν
ϑαυμάσιον
ἐναντίον
αὐτοῦ
.
Verse: 21
οὐκ
ἔστιν
εἰπεῖν
Τί
τοῦτο
;
εἰς
τί
τοῦτο
;
πάντα
γὰρ
εἰς
χρείας
αὐτῶν
ἔκτισται
.
Verse: 22
῾Η
εὐλογία
αὐτοῦ
ὡς
ποταμὸς
ἐπεκάλυψεν
καὶ
ὡς
κατακλυσμὸς
ξηρὰν
ἐμέϑυσεν
·
Verse: 23
οὕτως
ὀργὴν
αὐτοῦ
ἔϑνη
κληρονομήσει
,
ὡς
μετέστρεψεν
ὕδατα
εἰς
ἅλμην
.
Verse: 24
αἱ
ὁδοὶ
αὐτοῦ
τοῖς
ὁσίοις
εὐϑεῖαι
,
οὕτως
τοῖς
ἀνόμοις
προσκόμματα
·
Verse: 25
ἀγαϑὰ
τοῖς
ἀγαϑοῖς
ἔκτισται
ἀπ
'
ἀρχῆς
,
οὕτως
τοῖς
ἁμαρτωλοῖς
κακά
.
Verse: 26
ἀρχὴ
πάσης
χρείας
εἰς
ζωὴν
ἀνϑρώπου
,
ὕδωρ
καὶ
πῦρ
καὶ
σίδηρος
καὶ
ἅλας
καὶ
σεμίδαλις
πυροῦ
καὶ
γάλα
καὶ
μέλι
,
αἷμα
σταϕυλῆς
καὶ
ἔλαιον
καὶ
ἱμάτιον
·
Verse: 27
ταῦτα
πάντα
τοῖς
εὐσεβέσιν
εἰς
ἀγαϑά
,
οὕτως
τοῖς
ἁμαρτωλοῖς
τραπήσεται
εἰς
κακά
.
Verse: 28
῎Εστιν
πνεύματα
,
ἃ
εἰς
ἐκδίκησιν
ἔκτισται
καὶ
ἐν
ϑυμῷ
αὐτοῦ
ἐστερέωσεν
μάστιγας
αὐτῶν
·
ἐν
καιρῷ
συντελείας
ἰσχὺν
ἐκχεοῦσιν
καὶ
τὸν
ϑυμὸν
τοῦ
ποιήσαντος
αὐτοὺς
κοπάσουσιν
.
Verse: 29
πῦρ
καὶ
χάλαζα
καὶ
λιμὸς
καὶ
ϑάνατος
,
πάντα
ταῦτα
εἰς
ἐκδίκησιν
ἔκτισται
·
Verse: 30
ϑηρίων
ὀδόντες
καὶ
σκορπίοι
καὶ
ἔχεις
καὶ
ῥομϕαία
ἐκδικοῦσα
εἰς
ὄλεϑρον
ἀσεβεῖς
·
Verse: 31
ἐν
τῇ
ἐντολῇ
αὐτοῦ
εὐϕρανϑήσονται
καὶ
ἐπὶ
τῆς
γῆς
εἰς
χρείας
ἑτοιμασϑήσονται
καὶ
ἐν
καιροῖς
αὐτῶν
οὐ
παραβήσονται
λόγον
.
Verse: 32
Διὰ
τοῦτο
ἐξ
ἀρχῆς
ἐστηρίχϑην
καὶ
διενοήϑην
καὶ
ἐν
γραϕῇ
ἀϕῆκα
Verse: 33
Τὰ
ἔργα
κυρίου
πάντα
ἀγαϑὰ
καὶ
πᾶσαν
χρείαν
ἐν
ὥρᾳ
αὐτῆς
χορηγήσει
,
Verse: 34
καὶ
οὐκ
ἔστιν
εἰπεῖν
Τοῦτο
τούτου
πονηρότερον
,
πάντα
γὰρ
ἐν
καιρῷ
εὐδοκιμηϑήσεται
.
Verse: 35
καὶ
νῦν
ἐν
πάσῃ
καρδίᾳ
καὶ
στόματι
ὑμνήσατε
καὶ
εὐλογήσατε
τὸ
ὄνομα
κυρίου
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.