TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 889
Chapter: 38
Verse: 1
Τίμα
ἰατρὸν
πρὸς
τὰς
χρείας
αὐτοῦ
τιμαῖς
αὐτοῦ
,
καὶ
γὰρ
αὐτὸν
ἔκτισεν
κύριος
·
Verse: 2
παρὰ
γὰρ
ὑψίστου
ἐστὶν
ἴασις
,
καὶ
παρὰ
βασιλέως
λήμψεται
δόμα
.
Verse: 3
ἐπιστήμη
ἰατροῦ
ἀνυψώσει
κεϕαλὴν
αὐτοῦ
,
καὶ
ἔναντι
μεγιστάνων
ϑαυμασϑήσεται
.
Verse: 4
κύριος
ἔκτισεν
ἐκ
γῆς
ϕάρμακα
,
καὶ
ἀνὴρ
ϕρόνιμος
οὐ
προσοχϑιεῖ
αὐτοῖς
.
Verse: 5
οὐκ
ἀπὸ
ξύλου
ἐγλυκάνϑη
ὕδωρ
εἰς
τὸ
γνωσϑῆναι
τὴν
ἰσχὺν
αὐτοῦ
;
Verse: 6
καὶ
αὐτὸς
ἔδωκεν
ἀνϑρώποις
ἐπιστήμην
ἐνδοξάζεσϑαι
ἐν
τοῖς
ϑαυμασίοις
αὐτοῦ
·
Verse: 7
ἐν
αὐτοῖς
ἐϑεράπευσεν
καὶ
ἦρεν
τὸν
πόνον
αὐτοῦ
,
μυρεψὸς
ἐν
τούτοις
ποιήσει
μεῖγμα
,
Verse: 8
καὶ
οὐ
μὴ
συντελεσϑῇ
ἔργα
αὐτοῦ
,
καὶ
εἰρήνη
παρ
'
αὐτοῦ
ἐστιν
ἐπὶ
προσώπου
τῆς
γῆς
.
Verse: 9
Τέκνον
,
ἐν
ἀρρωστήματί
σου
μὴ
παράβλεπε
,
ἀλλ
'
εὖξαι
κυρίῳ
,
καὶ
αὐτὸς
ἰάσεταί
σε
·
Verse: 10
ἀπόστησον
πλημμέλειαν
καὶ
εὔϑυνον
χεῖρας
καὶ
ἀπὸ
πάσης
ἁμαρτίας
καϑάρισον
καρδίαν
·
Verse: 11
δὸς
εὐωδίαν
καὶ
μνημόσυνον
σεμιδάλεως
καὶ
λίπανον
προσϕορὰν
ὡς
μὴ
ὑπάρχων
.
Verse: 12
καὶ
ἰατρῷ
δὸς
τόπον
,
καὶ
γὰρ
αὐτὸν
ἔκτισεν
κύριος
,
καὶ
μὴ
ἀποστήτω
σου
,
καὶ
γὰρ
αὐτοῦ
χρεία
.
Verse: 13
ἔστιν
καιρὸς
ὅτε
καὶ
ἐν
χερσὶν
αὐτῶν
εὐοδία
·
Verse: 14
καὶ
γὰρ
αὐτοὶ
κυρίου
δεηϑήσονται
,
ἵνα
εὐοδώσῃ
αὐτοῖς
ἀνάπαυσιν
καὶ
ἴασιν
χάριν
ἐμβιώσεως
.
Verse: 15
ὁ
ἁμαρτάνων
ἔναντι
τοῦ
ποιήσαντος
αὐτὸν
ἐμπέσοι
εἰς
χεῖρας
ἰατροῦ
.
Verse: 16
Τέκνον
,
ἐπὶ
νεκρῷ
κατάγαγε
δάκρυα
καὶ
ὡς
δεινὰ
πάσχων
ἔναρξαι
ϑρήνου
,
κατὰ
δὲ
τὴν
κρίσιν
αὐτοῦ
περίστειλον
τὸ
σῶμα
αὐτοῦ
καὶ
μὴ
ὑπερίδῃς
τὴν
ταϕὴν
αὐτοῦ
.
Verse: 17
πίκρανον
κλαυϑμὸν
καὶ
ϑέρμανον
κοπετὸν
καὶ
ποίησον
τὸ
πένϑος
κατὰ
τὴν
ἀξίαν
αὐτοῦ
ἡμέραν
μίαν
καὶ
δύο
χάριν
διαβολῆς
καὶ
παρακλήϑητι
λύπης
ἕνεκα
·
Verse: 18
ἀπὸ
λύπης
γὰρ
ἐκβαίνει
ϑάνατος
,
καὶ
λύπη
καρδίας
κάμψει
ἰσχύν
.
Verse: 19
ἐν
ἐπαγωγῇ
παραμένει
καὶ
λύπη
,
καὶ
βίος
πτωχοῦ
κατὰ
καρδίας
.
Verse: 20
μὴ
δῷς
εἰς
λύπην
τὴν
καρδίαν
σου
,
ἀπόστησον
αὐτὴν
μνησϑεὶς
τὰ
ἔσχατα
·
Verse: 21
μὴ
ἐπιλάϑῃ
,
οὐ
γάρ
ἐστιν
ἐπάνοδος
,
καὶ
τοῦτον
οὐκ
ὠϕελήσεις
καὶ
σεαυτὸν
κακώσεις
.
Verse: 22
μνήσϑητι
τὸ
κρίμα
μου
,
ὅτι
οὕτως
καὶ
τὸ
σόν
·
ἐμοὶ
ἐχϑὲς
καὶ
σοὶ
σήμερον
.
Verse: 23
ἐν
ἀναπαύσει
νεκροῦ
κατάπαυσον
τὸ
μνημόσυνον
αὐτοῦ
καὶ
παρακλήϑητι
ἐν
αὐτῷ
ἐν
ἐξόδῳ
πνεύματος
αὐτοῦ
.
Verse: 24
Σοϕία
γραμματέως
ἐν
εὐκαιρίᾳ
σχολῆς
,
καὶ
ὁ
ἐλασσούμενος
πράξει
αὐτοῦ
σοϕισϑήσεται
.
Verse: 25
τί
σοϕισϑήσεται
ὁ
κρατῶν
ἀρότρου
καὶ
καυχώμενος
ἐν
δόρατι
κέντρου
,
βόας
ἐλαύνων
καὶ
ἀναστρεϕόμενος
ἐν
ἔργοις
αὐτῶν
,
καὶ
ἡ
διήγησις
αὐτοῦ
ἐν
υἱοῖς
ταύρων
;
Verse: 26
καρδίαν
αὐτοῦ
δώσει
ἐκδοῦναι
αὔλακας
,
καὶ
ἡ
ἀγρυπνία
αὐτοῦ
εἰς
χορτάσματα
δαμάλεων
.
Verse: 27
οὕτως
πᾶς
τέκτων
καὶ
ἀρχιτέκτων
,
ὅστις
νύκτωρ
ὡς
ἡμέρας
διάγει
·
οἱ
γλύϕοντες
γλύμματα
σϕραγίδων
,
καὶ
ἡ
ἐπιμονὴ
αὐτοῦ
ἀλλοιῶσαι
ποικιλίαν
·
καρδίαν
αὐτοῦ
δώσει
εἰς
ὁμοιῶσαι
ζωγραϕίαν
,
καὶ
ἡ
ἀγρυπνία
αὐτοῦ
τελέσαι
ἔργον
.
Verse: 28
οὕτως
χαλκεὺς
καϑήμενος
ἐγγὺς
ἄκμονος
καὶ
καταμανϑάνων
ἔργα
σιδήρου
·
ἀτμὶς
πυρὸς
τήξει
σάρκας
αὐτοῦ
,
καὶ
ἐν
ϑέρμῃ
καμίνου
διαμαχήσεται
·
ϕωνῇ
σϕύρης
κλινεῖ
τὸ
οὖς
αὐτοῦ
,
καὶ
κατέναντι
ὁμοιώματος
σκεύους
οἱ
ὀϕϑαλμοὶ
αὐτοῦ
·
καρδίαν
αὐτοῦ
δώσει
εἰς
συντέλειαν
ἔργων
,
καὶ
ἡ
ἀγρυπνία
αὐτοῦ
κοσμῆσαι
ἐπὶ
συντελείας
.
Verse: 29
οὕτως
κεραμεὺς
καϑήμενος
ἐν
ἔργῳ
αὐτοῦ
καὶ
συστρέϕων
ἐν
ποσὶν
αὐτοῦ
τροχόν
,
ὃς
ἐν
μερίμνῃ
κεῖται
διὰ
παντὸς
ἐπὶ
τὸ
ἔργον
αὐτοῦ
,
καὶ
ἐναρίϑμιος
πᾶσα
ἡ
ἐργασία
αὐτοῦ
·
Verse: 30
ἐν
βραχίονι
αὐτοῦ
τυπώσει
πηλὸν
καὶ
πρὸ
ποδῶν
κάμψει
ἰσχὺν
αὐτοῦ
·
καρδίαν
ἐπιδώσει
συντελέσαι
τὸ
χρῖσμα
,
καὶ
ἡ
ἀγρυπνία
αὐτοῦ
καϑαρίσαι
κάμινον
.
Verse: 31
Πάντες
οὗτοι
εἰς
χεῖρας
αὐτῶν
ἐνεπίστευσαν
,
καὶ
ἕκαστος
ἐν
τῷ
ἔργῳ
αὐτοῦ
σοϕίζεται
·
Verse: 32
ἄνευ
αὐτῶν
οὐκ
οἰκισϑήσεται
πόλις
,
καὶ
οὐ
παροικήσουσιν
οὐδὲ
περιπατήσουσιν
.
Verse: 33
ἀλλ
'
εἰς
βουλὴν
λαοῦ
οὐ
ζητηϑήσονται
καὶ
ἐν
ἐκκλησίᾳ
οὐχ
ὑπεραλοῦνται
·
ἐπὶ
δίϕρον
δικαστοῦ
οὐ
καϑιοῦνται
καὶ
διαϑήκην
κρίματος
οὐ
διανοηϑήσονται
.
Verse: 34
οὐδὲ
μὴ
ἐκϕάνωσιν
παιδείαν
καὶ
κρίμα
καὶ
ἐν
παραβολαῖς
οὐχ
εὑρεϑήσονται
,
ἀλλὰ
κτίσμα
αἰῶνος
στηρίσουσιν
,
καὶ
ἡ
δέησις
αὐτῶν
ἐν
ἐργασίᾳ
τέχνης
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.