TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 887
Previous part

Chapter: 36 
Verse: 1    ᾽Ελέησον ἡμᾶς, δέσποτα ϑεὸς πάντων, καὶ ἐπίβλεψον
   
καὶ ἐπίβαλε τὸν ϕόβον σου ἐπὶ πάντα τὰ ἔϑνη·
Verse: 2    
ἔπαρον τὴν χεῖρά σου ἐπὶ ἔϑνη ἀλλότρια,
   
καὶ ἰδέτωσαν τὴν δυναστείαν σου.
Verse: 3    
ὥσπερ ἐνώπιον αὐτῶν ἡγιάσϑης ἐν ἡμῖν,
   
οὕτως ἐνώπιον ἡμῶν μεγαλυνϑείης ἐν αὐτοῖς·
Verse: 4    
καὶ ἐπιγνώτωσάν σε, καϑάπερ καὶ ἡμεῖς ἐπέγνωμεν
   
ὅτι οὐκ ἔστιν ϑεὸς πλὴν σοῦ, κύριε.
Verse: 5    
ἐγκαίνισον σημεῖα καὶ ἀλλοίωσον ϑαυμάσια,
   
δόξασον χεῖρα καὶ βραχίονα δεξιόν·
Verse: 6    
ἔγειρον ϑυμὸν καὶ ἔκχεον ὀργήν,
   
ἔξαρον ἀντίδικον καὶ ἔκτριψον ἐχϑρόν.
Verse: 7    
σπεῦσον καιρὸν καὶ μνήσϑητι ὁρκισμοῦ,
   
καὶ ἐκδιηγησάσϑωσαν τὰ μεγαλεῖά σου.
Verse: 8    
ἐν ὀργῇ πυρὸς καταβρωϑήτω σῳζόμενος,
   
καὶ οἱ κακοῦντες τὸν λαόν σου εὕροισαν ἀπώλειαν.
Verse: 9    
σύντριψον κεϕαλὰς ἀρχόντων ἐχϑρῶν
   
λεγόντων Οὐκ ἔστιν πλὴν ἡμῶν.
Verse: 10    
συνάγαγε πάσας ϕυλὰς Ιακωβ
   
καὶ κατακληρονόμησον αὐτοὺς καϑὼς ἀπ' ἀρχῆς.
Verse: 11    
ἐλέησον λαόν, κύριε, κεκλημένον ἐπ' ὀνόματί σου
   
καὶ Ισραηλ, ὃν πρωτογόνῳ ὡμοίωσας.
Verse: 12    
οἰκτίρησον πόλιν ἁγιάσματός σου,
   
Ιερουσαλημ τόπον καταπαύματός σου·
Verse: 13    
πλῆσον Σιων ἀρεταλογίας σου
   
καὶ ἀπὸ τῆς δόξης σου τὸν λαόν σου.
Verse: 14    
δὸς μαρτύριον τοῖς ἐν ἀρχῇ κτίσμασίν σου
   
καὶ ἔγειρον προϕητείας τὰς ἐπ' ὀνόματί σου·
Verse: 15    
δὸς μισϑὸν τοῖς ὑπομένουσίν σε,
   
καὶ οἱ προϕῆταί σου ἐμπιστευϑήτωσαν.
Verse: 16    
εἰσάκουσον, κύριε, δεήσεως τῶν ἱκετῶν σου
   
κατὰ τὴν εὐλογίαν Ααρων περὶ τοῦ λαοῦ σου,
Verse: 17    
καὶ γνώσονται πάντες οἱ ἐπὶ τῆς γῆς
   
ὅτι κύριος εἶ ϑεὸς τῶν αἰώνων.
Verse: 18    
Πᾶν βρῶμα ϕάγεται κοιλία,
   
ἔστιν δὲ βρῶμα βρώματος κάλλιον.
Verse: 19    
ϕάρυγξ γεύεται βρώματα ϑήρας,
   
οὕτως καρδία συνετὴ λόγους ψευδεῖς.
Verse: 20    
καρδία στρεβλὴ δώσει λύπην,
   
καὶ ἄνϑρωπος πολύπειρος ἀνταποδώσει αὐτῷ.
Verse: 21    
πάντα ἄρρενα ἐπιδέξεται γυνή,
   
ἔστιν δὲ ϑυγάτηρ ϑυγατρὸς κρείσσων.
Verse: 22    
κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον
   
καὶ ὑπὲρ πᾶσαν ἐπιϑυμίαν ἀνϑρώπου ὑπεράγει·
Verse: 23    
εἰ ἔστιν ἐπὶ γλώσσης αὐτῆς ἔλεος καὶ πραύτης,
   
οὐκ ἔστιν ἀνὴρ αὐτῆς καϑ' υἱοὺς ἀνϑρώπων.
Verse: 24    
κτώμενος γυναῖκα ἐνάρχεται κτήσεως,
   
βοηϑὸν κατ' αὐτὸν καὶ στῦλον ἀναπαύσεως.
Verse: 25    
οὗ οὐκ ἔστιν ϕραγμός, διαρπαγήσεται κτῆμα·
   
καὶ οὗ οὐκ ἔστιν γυνή, στενάξει πλανώμενος.
Verse: 26    
τίς γὰρ πιστεύσει εὐζώνῳ λῃστῇ
   
ἀϕαλλομένῳ ἐκ πόλεως εἰς πόλιν;
Verse: 27    
οὕτως ἀνϑρώπῳ μὴ ἔχοντι νοσσιὰν
   
καὶ καταλύοντι οὗ ἐὰν ὀψίσῃ.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.