TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 886
Previous part

Chapter: 35 
Verse: 1    ῾Ο συντηρῶν νόμον πλεονάζει προσϕοράς,
   
ϑυσιάζων σωτηρίου προσέχων ἐντολαῖς.
Verse: 2    
ἀνταποδιδοὺς χάριν προσϕέρων σεμίδαλιν,
   
καὶ ποιῶν ἐλεημοσύνην ϑυσιάζων αἰνέσεως.
Verse: 3    
εὐδοκία κυρίου ἀποστῆναι ἀπὸ πονηρίας,
   
καὶ ἐξιλασμὸς ἀποστῆναι ἀπὸ ἀδικίας.
Verse: 4    
μὴ ὀϕϑῇς ἐν προσώπῳ κυρίου κενός·
   
πάντα γὰρ ταῦτα χάριν ἐντολῆς.
Verse: 5    
προσϕορὰ δικαίου λιπαίνει ϑυσιαστήριον,
   
καὶ εὐωδία αὐτῆς ἔναντι ὑψίστου.
Verse: 6    
ϑυσία ἀνδρὸς δικαίου δεκτή,
   
καὶ τὸ μνημόσυνον αὐτῆς οὐκ ἐπιλησϑήσεται.
Verse: 7    
ἐν ἀγαϑῷ ὀϕϑαλμῷ δόξασον τὸν κύριον
   
καὶ μὴ σμικρύνῃς ἀπαρχὴν χειρῶν σου.
Verse: 8    
ἐν πάσῃ δόσει ἱλάρωσον τὸ πρόσωπόν σου
   
καὶ ἐν εὐϕροσύνῃ ἁγίασον δεκάτην.
Verse: 9    
δὸς ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ
   
καὶ ἐν ἀγαϑῷ ὀϕϑαλμῷ καϑ' εὕρεμα χειρός·
Verse: 10    
ὅτι κύριος ἀνταποδιδούς ἐστιν
   
καὶ ἑπταπλάσια ἀνταποδώσει σοι.
Verse: 11    
Μὴ δωροκόπει, οὐ γὰρ προσδέξεται,
   
καὶ μὴ ἔπεχε ϑυσίᾳ ἀδίκῳ·
Verse: 12    
ὅτι κύριος κριτής ἐστιν,
   
καὶ οὐκ ἔστιν παρ' αὐτῷ δόξα προσώπου.
Verse: 13    
οὐ λήμψεται πρόσωπον ἐπὶ πτωχοῦ
   
καὶ δέησιν ἠδικημένου εἰσακούσεται·
Verse: 14    
οὐ μὴ ὑπερίδῃ ἱκετείαν ὀρϕανοῦ
   
καὶ χήραν, ἐὰν ἐκχέῃ λαλιάν·
Verse: 15    
οὐχὶ δάκρυα χήρας ἐπὶ σιαγόνα καταβαίνει
   
καὶ καταβόησις ἐπὶ τῷ καταγαγόντι αὐτά;
Verse: 16    
ϑεραπεύων ἐν εὐδοκίᾳ δεχϑήσεται,
   
καὶ δέησις αὐτοῦ ἕως νεϕελῶν συνάψει·
Verse: 17    
προσευχὴ ταπεινοῦ νεϕέλας διῆλϑεν,
   
καὶ ἕως συνεγγίσῃ, οὐ μὴ παρακληϑῇ·
Verse: 18    
καὶ οὐ μὴ ἀποστῇ, ἕως ἐπισκέψηται ὕψιστος
   
καὶ κρινεῖ δικαίοις καὶ ποιήσει κρίσιν.
Verse: 19    
καὶ κύριος οὐ μὴ βραδύνῃ
   
οὐδὲ μὴ μακροϑυμήσῃ ἐπ' αὐτοῖς,
Verse: 20    
ἕως ἂν συντρίψῃ ὀσϕὺν ἀνελεημόνων
   
καὶ τοῖς ἔϑνεσιν ἀνταποδώσει ἐκδίκησιν,
Verse: 21    
ἕως ἐξάρῃ πλῆϑος ὑβριστῶν
   
καὶ σκῆπτρα ἀδίκων συντρίψει,
Verse: 22    
ἕως ἀνταποδῷ ἀνϑρώπῳ κατὰ τὰς πράξεις αὐτοῦ
   
καὶ τὰ ἔργα τῶν ἀνϑρώπων κατὰ τὰ ἐνϑυμήματα αὐτῶν,
Verse: 23    
ἕως κρίνῃ τὴν κρίσιν τοῦ λαοῦ αὐτοῦ
   
καὶ εὐϕρανεῖ αὐτοὺς ἐν τῷ ἐλέει αὐτοῦ.
Verse: 24    
ὡραῖον ἔλεος ἐν καιρῷ ϑλίψεως αὐτοῦ
   
ὡς νεϕέλαι ὑετοῦ ἐν καιρῷ ἀβροχίας.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.