TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 885
Previous part

Chapter: 34 
Verse: 1    Κεναὶ ἐλπίδες καὶ ψευδεῖς ἀσυνέτῳ ἀνδρί,
   
καὶ ἐνύπνια ἀναπτεροῦσιν ἄϕρονας.
Verse: 2    
ὡς δρασσόμενος σκιᾶς καὶ διώκων ἄνεμον
   
οὕτως ἐπέχων ἐνυπνίοις·
Verse: 3    
τοῦτο κατὰ τούτου ὅρασις ἐνυπνίων,
   
κατέναντι προσώπου ὁμοίωμα προσώπου.
Verse: 4    
ἀπὸ ἀκαϑάρτου τί καϑαρισϑήσεται;
   
καὶ ἀπὸ ψευδοῦς τί ἀληϑεύσει;
Verse: 5    
μαντεῖαι καὶ οἰωνισμοὶ καὶ ἐνύπνια μάταιά ἐστιν,
   
καὶ ὡς ὠδινούσης ϕαντάζεται καρδία·
Verse: 6    
ἐὰν μὴ παρὰ ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ,
   
μὴ δῷς εἰς αὐτὰ τὴν καρδίαν σου·
Verse: 7    
πολλοὺς γὰρ ἐπλάνησεν τὰ ἐνύπνια,
   
καὶ ἐξέπεσον ἐλπίζοντες ἐπ' αὐτοῖς.
Verse: 8    
ἄνευ ψεύδους συντελεσϑήσεται νόμος,
   
καὶ σοϕία στόματι πιστῷ τελείωσις.
Verse: 9    
᾽Ανὴρ πεπλανημένος ἔγνω πολλά,
   
καὶ πολύπειρος ἐκδιηγήσεται σύνεσιν·
Verse: 10    
ὃς οὐκ ἐπειράϑη, ὀλίγα οἶδεν,
   
δὲ πεπλανημένος πληϑυνεῖ πανουργίαν.
Verse: 11    
πολλὰ ἑώρακα ἐν τῇ ἀποπλανήσει μου,
   
καὶ πλείονα τῶν λόγων μου σύνεσίς μου·
Verse: 12    
πλεονάκις ἕως ϑανάτου ἐκινδύνευσα
   
καὶ διεσώϑην τούτων χάριν.
Verse: 13    
πνεῦμα ϕοβουμένων κύριον ζήσεται·
   
γὰρ ἐλπὶς αὐτῶν ἐπὶ τὸν σῴζοντα αὐτούς.
Verse: 14    
ϕοβούμενος κύριον οὐδὲν εὐλαβηϑήσεται
   
καὶ οὐ μὴ δειλιάσῃ, ὅτι αὐτὸς ἐλπὶς αὐτοῦ.
Verse: 15    
ϕοβουμένου τὸν κύριον μακαρία ψυχή·
   
τίνι ἐπέχει; καὶ τίς αὐτοῦ στήριγμα;
Verse: 16    
οἱ ὀϕϑαλμοὶ κυρίου ἐπὶ τοὺς ἀγαπῶντας αὐτόν,
   
ὑπερασπισμὸς δυναστείας καὶ στήριγμα ἰσχύος,
   
σκέπη ἀπὸ καύσωνος καὶ σκέπη ἀπὸ μεσημβρίας,
   
ϕυλακὴ ἀπὸ προσκόμματος καὶ βοήϑεια ἀπὸ πτώσεως,
Verse: 17    
ἀνυψῶν ψυχὴν καὶ ϕωτίζων ὀϕϑαλμούς,
   
ἴασιν διδούς, ζωὴν καὶ εὐλογίαν.
Verse: 18    
Θυσιάζων ἐξ ἀδίκου προσϕορὰ μεμωμημένη,
   
καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων.
Verse: 19    
οὐκ εὐδοκεῖ ὕψιστος ἐν προσϕοραῖς ἀσεβῶν
   
οὐδὲ ἐν πλήϑει ϑυσιῶν ἐξιλάσκεται ἁμαρτίας.
Verse: 20    
ϑύων υἱὸν ἔναντι τοῦ πατρὸς αὐτοῦ
   
προσάγων ϑυσίαν ἐκ χρημάτων πενήτων.
Verse: 21    
ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν,
   
ἀποστερῶν αὐτὴν ἄνϑρωπος αἱμάτων.
Verse: 22    
ϕονεύων τὸν πλησίον ἀϕαιρούμενος ἐμβίωσιν,
   
καὶ ἐκχέων αἷμα ἀποστερῶν μισϑὸν μισϑίου.
Verse: 23    
εἷς οἰκοδομῶν, καὶ εἷς καϑαιρῶν·
   
τί ὠϕέλησαν πλεῖον κόπους;
Verse: 24    
εἷς εὐχόμενος, καὶ εἷς καταρώμενος·
   
τίνος ϕωνῆς εἰσακούσεται δεσπότης;
Verse: 25    
βαπτιζόμενος ἀπὸ νεκροῦ καὶ πάλιν ἁπτόμενος αὐτοῦ,
   
τί ὠϕέλησεν ἐν τῷ λουτρῷ αὐτοῦ;
Verse: 26    
οὕτως ἄνϑρωπος νηστεύων ἐπὶ τῶν ἁμαρτιῶν αὐτοῦ
   
καὶ πάλιν πορευόμενος καὶ τὰ αὐτὰ ποιῶν·
   
τῆς προσευχῆς αὐτοῦ τίς εἰσακούσεται;
   
καὶ τί ὠϕέλησεν ἐν τῷ ταπεινωϑῆναι αὐτόν;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.