TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 884
Previous part

Chapter: 33 
Verse: 1    Τῷ ϕοβουμένῳ κύριον οὐκ ἀπαντήσει κακόν,
   
ἀλλ' ἐν πειρασμῷ καὶ πάλιν ἐξελεῖται.
Verse: 2    
ἀνὴρ σοϕὸς οὐ μισήσει νόμον,
   
δὲ ὑποκρινόμενος ἐν αὐτῷ ὡς ἐν καταιγίδι πλοῖον.
Verse: 3    
ἄνϑρωπος συνετὸς ἐμπιστεύσει νόμῳ,
   
καὶ νόμος αὐτῷ πιστὸς ὡς ἐρώτημα δήλων.
Verse: 4    
ἑτοίμασον λόγον καὶ οὕτως ἀκουσϑήσῃ,
   
σύνδησον παιδείαν καὶ ἀποκρίϑητι.
Verse: 5    
τροχὸς ἁμάξης σπλάγχνα μωροῦ,
   
καὶ ὡς ἄξων στρεϕόμενος διαλογισμὸς αὐτοῦ.
Verse: 6    
ἵππος εἰς ὀχείαν ὡς ϕίλος μωκός,
   
ὑποκάτω παντὸς ἐπικαϑημένου χρεμετίζει.
Verse: 7    
Διὰ τί ἡμέρα ἡμέρας ὑπερέχει,
   
καὶ πᾶν ϕῶς ἡμέρας ἐνιαυτοῦ ἀϕ' ἡλίου;
Verse: 8    
ἐν γνώσει κυρίου διεχωρίσϑησαν,
   
καὶ ἠλλοίωσεν καιροὺς καὶ ἑορτάς·
Verse: 9    
ἀπ' αὐτῶν ἀνύψωσεν καὶ ἡγίασεν
   
καὶ ἐξ αὐτῶν ἔϑηκεν εἰς ἀριϑμὸν ἡμερῶν.
Verse: 10    
καὶ ἄνϑρωποι πάντες ἀπὸ ἐδάϕους,
   
καὶ ἐκ γῆς ἐκτίσϑη Αδαμ·
Verse: 11    
ἐν πλήϑει ἐπιστήμης κύριος διεχώρισεν αὐτοὺς
   
καὶ ἠλλοίωσεν τὰς ὁδοὺς αὐτῶν·
Verse: 12    
ἐξ αὐτῶν εὐλόγησεν καὶ ἀνύψωσεν
   
καὶ ἐξ αὐτῶν ἡγίασεν καὶ πρὸς αὐτὸν ἤγγισεν·
   
ἀπ' αὐτῶν κατηράσατο καὶ ἐταπείνωσεν
   
καὶ ἀνέστρεψεν αὐτοὺς ἀπὸ στάσεως αὐτῶν.
Verse: 13    
ὡς πηλὸς κεραμέως ἐν χειρὶ αὐτοῦ
   
πᾶσαι αἱ ὁδοὶ αὐτοῦ κατὰ τὴν εὐδοκίαν αὐτοῦ ,
   
οὕτως ἄνϑρωποι ἐν χειρὶ τοῦ ποιήσαντος αὐτοὺς
   
ἀποδοῦναι αὐτοῖς κατὰ τὴν κρίσιν αὐτοῦ.
Verse: 14    
ἀπέναντι τοῦ κακοῦ τὸ ἀγαϑόν,
   
καὶ ἀπέναντι τοῦ ϑανάτου ζωή,
   
οὕτως ἀπέναντι εὐσεβοῦς ἁμαρτωλός·
Verse: 15    
καὶ οὕτως ἔμβλεψον εἰς πάντα τὰ ἔργα τοῦ ὑψίστου,
   
δύο δύο, ἓν κατέναντι τοῦ ἑνός.
Verse: 16    
Κἀγὼ ἔσχατος ἠγρύπνησα
   
ὡς καλαμώμενος ὀπίσω τρυγητῶν·
Verse: 17    
ἐν εὐλογίᾳ κυρίου ἔϕϑασα
   
καὶ ὡς τρυγῶν ἐπλήρωσα ληνόν.
Verse: 18    
κατανοήσατε ὅτι οὐκ ἐμοὶ μόνῳ ἐκοπίασα,
   
ἀλλὰ πᾶσιν τοῖς ζητοῦσιν παιδείαν.
Verse: 19    
ἀκούσατέ μου, μεγιστᾶνες λαοῦ,
   
καὶ οἱ ἡγούμενοι ἐκκλησίας, ἐνωτίσασϑε.
Verse: 20    
Υἱῷ καὶ γυναικί, ἀδελϕῷ καὶ ϕίλῳ
   
μὴ δῷς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου·
   
καὶ μὴ δῷς ἑτέρῳ τὰ χρήματά σου,
   
ἵνα μὴ μεταμεληϑεὶς δέῃ περὶ αὐτῶν.
Verse: 21    
ἕως ἔτι ζῇς καὶ πνοὴ ἐν σοί,
   
μὴ ἀλλάξῃς σεαυτὸν ἐν πάσῃ σαρκί·
Verse: 22    
κρεῖσσον γάρ ἐστιν τὰ τέκνα δεηϑῆναί σου
   
σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου.
Verse: 23    
ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ὑπεράγων,
   
μὴ δῷς μῶμον ἐν τῇ δόξῃ σου.
Verse: 24    
ἐν ἡμέρᾳ συντελείας ἡμερῶν ζωῆς σου
   
καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν.
Verse: 25    
Χορτάσματα καὶ ῥάβδος καὶ ϕορτία ὄνῳ,
   
ἄρτος καὶ παιδεία καὶ ἔργον οἰκέτῃ.
Verse: 26    
ἔργασαι ἐν παιδί, καὶ εὑρήσεις ἀνάπαυσιν·
   
ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει ἐλευϑερίαν.
Verse: 27    
ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσιν,
   
καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ βάσανοι·
Verse: 28    
ἔμβαλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ,
   
πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἀργία·
Verse: 29    
εἰς ἔργα κατάστησον, καϑὼς πρέπει αὐτῷ,
   
κἂν μὴ πειϑαρχῇ, βάρυνον τὰς πέδας αὐτοῦ.
Verse: 30    
καὶ μὴ περισσεύσῃς ἐπὶ πάσῃ σαρκὶ
   
καὶ ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν.
Verse: 31    
Εἰ ἔστιν σοι οἰκέτης, ἔστω ὡς σύ,
   
ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν·
Verse: 32    
εἰ ἔστιν σοι οἰκέτης, ἄγε αὐτὸν ὡς ἀδελϕόν,
   
ὅτι ὡς ψυχή σου ἐπιδεήσεις αὐτῷ·
Verse: 33    
ἐὰν κακώσῃς αὐτὸν καὶ ἀπάρας ἀποδρᾷ,
   
ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.