TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 883
Previous part

Chapter: 32 
Verse: 1    ῾Ηγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου·
   
γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν,
   
ϕρόντισον αὐτῶν καὶ οὕτω κάϑισον·
Verse: 2    
καὶ πᾶσαν τὴν χρείαν σου ποιήσας ἀνάπεσε,
   
ἵνα εὐϕρανϑῇς δι' αὐτοὺς
   
καὶ εὐκοσμίας χάριν λάβῃς στέϕανον.
Verse: 3    
Λάλησον, πρεσβύτερε, πρέπει γάρ σοι,
   
ἐν ἀκριβεῖ ἐπιστήμῃ καὶ μὴ ἐμποδίσῃς μουσικά.
Verse: 4    
ὅπου ἀκρόαμα, μὴ ἐκχέῃς λαλιὰν
   
καὶ ἀκαίρως μὴ σοϕίζου.
Verse: 5    
σϕραγὶς ἄνϑρακος ἐπὶ κόσμῳ χρυσῷ
   
σύγκριμα μουσικῶν ἐν συμποσίῳ οἴνου·
Verse: 6    
ἐν κατασκευάσματι χρυσῷ σϕραγὶς σμαράγδου
   
μέλος μουσικῶν ἐϕ' ἡδεῖ οἴνῳ.
Verse: 7    
Λάλησον, νεανίσκε, εἰ χρεία σου,
   
μόλις δὶς ἐὰν ἐπερωτηϑῇς·
Verse: 8    
κεϕαλαίωσον λόγον, ἐν ὀλίγοις πολλά·
   
γίνου ὡς γινώσκων καὶ ἅμα σιωπῶν.
Verse: 9    
ἐν μέσῳ μεγιστάνων μὴ ἐξισάζου
   
καὶ ἑτέρου λέγοντος μὴ πολλὰ ἀδολέσχει.
Verse: 10    
πρὸ βροντῆς κατασπεύδει ἀστραπή,
   
καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις.
Verse: 11    
ἐν ὥρᾳ ἐξεγείρου καὶ μὴ οὐράγει,
   
ἀπότρεχε εἰς οἶκον καὶ μὴ ῥᾳϑύμει·
Verse: 12    
ἐκεῖ παῖζε καὶ ποίει τὰ ἐνϑυμήματά σου
   
καὶ μὴ ἁμάρτῃς λόγῳ ὑπερηϕάνῳ.
Verse: 13    
καὶ ἐπὶ τούτοις εὐλόγησον τὸν ποιήσαντά σε
   
καὶ μεϑύσκοντά σε ἀπὸ τῶν ἀγαϑῶν αὐτοῦ.
Verse: 14    
῾Ο ϕοβούμενος κύριον ἐκδέξεται παιδείαν,
   
καὶ οἱ ὀρϑρίζοντες εὑρήσουσιν εὐδοκίαν.
Verse: 15    
ζητῶν νόμον ἐμπλησϑήσεται αὐτοῦ,
   
καὶ ὑποκρινόμενος σκανδαλισϑήσεται ἐν αὐτῷ.
Verse: 16    
οἱ ϕοβούμενοι κύριον εὑρήσουσιν κρίμα
   
καὶ δικαιώματα ὡς ϕῶς ἐξάψουσιν.
Verse: 17    
ἄνϑρωπος ἁμαρτωλὸς ἐκκλινεῖ ἐλεγμὸν
   
καὶ κατὰ τὸ ϑέλημα αὐτοῦ εὑρήσει σύγκριμα.
Verse: 18    
᾽Ανὴρ βουλῆς οὐ μὴ παρίδῃ διανόημα,
   
ἀλλότριος καὶ ὑπερήϕανος οὐ καταπτήξει ϕόβον.
Verse: 19    
ἄνευ βουλῆς μηϑὲν ποιήσῃς
   
καὶ ἐν τῷ ποιῆσαί σε μὴ μεταμελοῦ.
Verse: 20    
ἐν ὁδῷ ἀντιπτώματος μὴ πορεύου
   
καὶ μὴ προσκόψῃς ἐν λιϑώδεσιν.
Verse: 21    
μὴ πιστεύσῃς ἐν ὁδῷ ἀπροσκόπῳ
Verse: 22    
καὶ ἀπὸ τῶν τέκνων σου ϕύλαξαι.
Verse: 23    
ἐν παντὶ ἔργῳ πίστευε τῇ ψυχῇ σου·
   
καὶ γὰρ τοῦτό ἐστιν τήρησις ἐντολῶν.
Verse: 24    
πιστεύων νόμῳ προσέχει ἐντολαῖς,
   
καὶ πεποιϑὼς κυρίῳ οὐκ ἐλαττωϑήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.