TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 882
Previous part

Chapter: 31 
Verse: 1    ᾽Αγρυπνία πλούτου ἐκτήκει σάρκας,
   
καὶ μέριμνα αὐτοῦ ἀϕιστᾷ ὕπνον.
Verse: 2    
μέριμνα ἀγρυπνίας ἀποστήσει νυσταγμόν,
   
καὶ ἀρρώστημα βαρὺ ἐκνήψει ὕπνον.
Verse: 3    
ἐκοπίασεν πλούσιος ἐν συναγωγῇ χρημάτων
   
καὶ ἐν τῇ ἀναπαύσει ἐμπίμπλαται τῶν τρυϕημάτων αὐτοῦ.
Verse: 4    
ἐκοπίασεν πτωχὸς ἐν ἐλαττώσει βίου
   
καὶ ἐν τῇ ἀναπαύσει ἐπιδεὴς γίνεται.
Verse: 5    
῾Ο ἀγαπῶν χρυσίον οὐ δικαιωϑήσεται,
   
καὶ διώκων διάϕορα ἐν αὐτοῖς πλανηϑήσεται.
Verse: 6    
πολλοὶ ἐδόϑησαν εἰς πτῶμα χάριν χρυσίου,
   
καὶ ἐγενήϑη ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.
Verse: 7    
ξύλον προσκόμματός ἐστιν τοῖς ἐνϑουσιάζουσιν αὐτῷ,
   
καὶ πᾶς ἄϕρων ἁλώσεται ἐν αὐτῷ.
Verse: 8    
μακάριος πλούσιος, ὃς εὑρέϑη ἄμωμος
   
καὶ ὃς ὀπίσω χρυσίου οὐκ ἐπορεύϑη·
Verse: 9    
τίς ἐστιν; καὶ μακαριοῦμεν αὐτόν·
   
ἐποίησεν γὰρ ϑαυμάσια ἐν λαῷ αὐτοῦ.
Verse: 10    
τίς ἐδοκιμάσϑη ἐν αὐτῷ καὶ ἐτελειώϑη;
   
καὶ ἔσται αὐτῷ εἰς καύχησιν.
   
τίς ἐδύνατο παραβῆναι καὶ οὐ παρέβη,
   
καὶ ποιῆσαι κακὰ καὶ οὐκ ἐποίησεν;
Verse: 11    
στερεωϑήσεται τὰ ἀγαϑὰ αὐτοῦ,
   
καὶ τὰς ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἐκκλησία.
Verse: 12    
᾽Επὶ τραπέζης μεγάλης ἐκάϑισας;
   
μὴ ἀνοίξῃς ἐπ' αὐτῆς ϕάρυγγά σου
   
καὶ μὴ εἴπῃς Πολλά γε τὰ ἐπ' αὐτῆς·
Verse: 13    
μνήσϑητι ὅτι κακὸν ὀϕϑαλμὸς πονηρός.
   
πονηρότερον ὀϕϑαλμοῦ τί ἔκτισται;
   
διὰ τοῦτο ἀπὸ παντὸς προσώπου δακρύει.
Verse: 14    
οὗ ἐὰν ἐπιβλέψῃ, μὴ ἐκτείνῃς χεῖρα
   
καὶ μὴ συνϑλίβου αὐτῷ ἐν τρυβλίῳ.
Verse: 15    
νόει τὰ τοῦ πλησίον ἐκ σεαυτοῦ
   
καὶ ἐπὶ παντὶ πράγματι διανοοῦ.
Verse: 16    
ϕάγε ὡς ἄνϑρωπος τὰ παρακείμενά σοι
   
καὶ μὴ διαμασῶ, μὴ μισηϑῇς.
Verse: 17    
παῦσαι πρῶτος χάριν παιδείας
   
καὶ μὴ ἀπληστεύου, μήποτε προσκόψῃς·
Verse: 18    
καὶ εἰ ἀνὰ μέσον πλειόνων ἐκάϑισας,
   
πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου.
Verse: 19    
῾Ως ἱκανὸν ἀνϑρώπῳ πεπαιδευμένῳ τὸ ὀλίγον,
   
καὶ ἐπὶ τῆς κοίτης αὐτοῦ οὐκ ἀσϑμαίνει.
Verse: 20    
ὕπνος ὑγιείας ἐπὶ ἐντέρῳ μετρίῳ·
   
ἀνέστη πρωί, καὶ ψυχὴ αὐτοῦ μετ' αὐτοῦ.
   
πόνος ἀγρυπνίας καὶ χολέρας
   
καὶ στρόϕος μετὰ ἀνδρὸς ἀπλήστου·
Verse: 21    
καὶ εἰ ἐβιάσϑης ἐν ἐδέσμασιν,
   
ἀνάστα ἔμεσον πόρρω, καὶ ἀναπαύσῃ.
Verse: 22    
ἄκουσόν μου, τέκνον, καὶ μὴ ἐξουδενήσῃς με,
   
καὶ ἐπ' ἐσχάτων εὑρήσεις τοὺς λόγους μου·
   
ἐν πᾶσι τοῖς ἔργοις σου γίνου ἐντρεχής,
   
καὶ πᾶν ἀρρώστημα οὐ μή σοι ἀπαντήσῃ.
Verse: 23    
λαμπρὸν ἐπ' ἄρτοις εὐλογήσει χείλη,
   
καὶ μαρτυρία τῆς καλλονῆς αὐτοῦ πιστή.
Verse: 24    
πονηρῷ ἐπ' ἄρτῳ διαγογγύσει πόλις,
   
καὶ μαρτυρία τῆς πονηρίας αὐτοῦ ἀκριβής.
Verse: 25    
᾽Εν οἴνῳ μὴ ἀνδρίζου·
   
πολλοὺς γὰρ ἀπώλεσεν οἶνος.
Verse: 26    
κάμινος δοκιμάζει στόμωμα ἐν βαϕῇ,
   
οὕτως οἶνος καρδίας ἐν μάχῃ ὑπερηϕάνων.
Verse: 27    
ἔϕισον ζωῆς οἶνος ἀνϑρώποις,
   
ἐὰν πίνῃς αὐτὸν ἐν μέτρῳ αὐτοῦ.
   
τίς ζωὴ ἐλασσουμένῳ οἴνῳ;
   
καὶ αὐτὸς ἔκτισται εἰς εὐϕροσύνην ἀνϑρώποις.
Verse: 28    
ἀγαλλίαμα καρδίας καὶ εὐϕροσύνη ψυχῆς
   
οἶνος πινόμενος ἐν καιρῷ αὐτάρκης·
Verse: 29    
πικρία ψυχῆς οἶνος πινόμενος πολὺς
   
ἐν ἐρεϑισμῷ καὶ ἀντιπτώματι.
Verse: 30    
πληϑύνει μέϑη ϑυμὸν ἄϕρονος εἰς πρόσκομμα
   
ἐλαττῶν ἰσχὺν καὶ προσποιῶν τραύματα.
Verse: 31    
ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον
   
καὶ μὴ ἐξουϑενήσῃς αὐτὸν ἐν εὐϕροσύνῃ αὐτοῦ·
   
λόγον ὀνειδισμοῦ μὴ εἴπῃς αὐτῷ
   
καὶ μὴ αὐτὸν ϑλίψῃς ἐν ἀπαιτήσει.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.