TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 881
Previous part

Chapter: 30 
Verse: 1    ῾Ο ἀγαπῶν τὸν υἱὸν αὐτοῦ ἐνδελεχήσει μάστιγας αὐτῷ,
   
ἵνα εὐϕρανϑῇ ἐπ' ἐσχάτων αὐτοῦ·
Verse: 2    
παιδεύων τὸν υἱὸν αὐτοῦ ὀνήσεται ἐπ' αὐτῷ
   
καὶ ἀνὰ μέσον γνωρίμων ἐπ' αὐτῷ καυχήσεται·
Verse: 3    
διδάσκων τὸν υἱὸν αὐτοῦ παραζηλώσει τὸν ἐχϑρὸν
   
καὶ ἔναντι ϕίλων ἐπ' αὐτῷ ἀγαλλιάσεται.
Verse: 4    
ἐτελεύτησεν αὐτοῦ πατήρ, καὶ ὧς οὐκ ἀπέϑανεν·
   
ὅμοιον γὰρ αὐτῷ κατέλιπεν μετ' αὐτόν.
Verse: 5    
ἐν τῇ ζωῇ αὐτοῦ εἶδεν καὶ εὐϕράνϑη
   
καὶ ἐν τῇ τελευτῇ αὐτοῦ οὐκ ἐλυπήϑη·
Verse: 6    
ἐναντίον ἐχϑρῶν κατέλιπεν ἔκδικον
   
καὶ τοῖς ϕίλοις ἀνταποδιδόντα χάριν.
Verse: 7    
περιψύχων υἱὸν καταδεσμεύσει τραύματα αὐτοῦ,
   
καὶ ἐπὶ πάσῃ βοῇ ταραχϑήσεται σπλάγχνα αὐτοῦ.
Verse: 8    
ἵππος ἀδάμαστος ἐκβαίνει σκληρός,
   
καὶ υἱὸς ἀνειμένος ἐκβαίνει προαλής.
Verse: 9    
τιϑήνησον τέκνον, καὶ ἐκϑαμβήσει σε·
   
σύμπαιξον αὐτῷ, καὶ λυπήσει σε.
Verse: 10    
μὴ συγγελάσῃς αὐτῷ, ἵνα μὴ συνοδυνηϑῇς,
   
καὶ ἐπ' ἐσχάτων γομϕιάσεις τοὺς ὀδόντας σου.
Verse: 11    
μὴ δῷς αὐτῷ ἐξουσίαν ἐν νεότητι·
Verse: 12    
ϑλάσον τὰς πλευρὰς αὐτοῦ, ὡς ἔστιν νήπιος,
   
μήποτε σκληρυνϑεὶς ἀπειϑήσῃ σοι.
Verse: 13    
παίδευσον τὸν υἱόν σου καὶ ἔργασαι ἐν αὐτῷ,
   
ἵνα μὴ ἐν τῇ ἀσχημοσύνῃ αὐτοῦ προσκόψῃς.
Verse: 14    
Κρείσσων πτωχὸς ὑγιὴς καὶ ἰσχύων τῇ ἕξει
   
πλούσιος μεμαστιγωμένος εἰς σῶμα αὐτοῦ.
Verse: 15    
ὑγίεια καὶ εὐεξία βελτίων παντὸς χρυσίου,
   
καὶ σῶμα εὔρωστον ὄλβος ἀμέτρητος.
Verse: 16    
οὐκ ἔστιν πλοῦτος βελτίων ὑγιείας σώματος,
   
καὶ οὐκ ἔστιν εὐϕροσύνη ὑπὲρ χαρὰν καρδίας.
Verse: 17    
κρείσσων ϑάνατος ὑπὲρ ζωὴν πικρὰν
   
καὶ ἀνάπαυσις αἰῶνος ἀρρώστημα ἔμμονον.
Verse: 18    
ἀγαϑὰ ἐκκεχυμένα ἐπὶ στόματι κεκλεισμένῳ
   
ϑέματα βρωμάτων παρακείμενα ἐπὶ τάϕῳ.
Verse: 19    
τί συμϕέρει κάρπωσις εἰδώλῳ;
   
οὔτε γὰρ ἔδεται οὔτε μὴ ὀσϕρανϑῇ·
   
οὕτως ἐκδιωκόμενος ὑπὸ κυρίου.
Verse: 20    
βλέπων ἐν ὀϕϑαλμοῖς καὶ στενάζων
   
ὥσπερ εὐνοῦχος περιλαμβάνων παρϑένον καὶ στενάζων.
Verse: 21    
Μὴ δῷς εἰς λύπην τὴν ψυχήν σου
   
καὶ μὴ ϑλίψῃς σεαυτὸν ἐν βουλῇ σου.
Verse: 22    
εὐϕροσύνη καρδίας ζωὴ ἀνϑρώπου,
   
καὶ ἀγαλλίαμα ἀνδρὸς μακροημέρευσις.
Verse: 23    
ἀπάτα τὴν ψυχήν σου καὶ παρακάλει τὴν καρδίαν σου
   
καὶ λύπην μακρὰν ἀπόστησον ἀπὸ σοῦ·
   
πολλοὺς γὰρ ἀπώλεσεν λύπη,
   
καὶ οὐκ ἔστιν ὠϕέλεια ἐν αὐτῇ.
Verse: 24    
ζῆλος καὶ ϑυμὸς ἐλαττοῦσιν ἡμέρας,
   
καὶ πρὸ καιροῦ γῆρας ἄγει μέριμνα.
Verse: 25    
λαμπρὰ καρδία καὶ ἀγαϑὴ ἐπὶ ἐδέσμασιν
   
τῶν βρωμάτων αὐτῆς ἐπιμελήσεται.

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.