TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 876
Chapter: 25
Verse: 1
᾽Εν
τρισὶν
ὡραίσϑην
καὶ
ἀνέστην
ὡραία
ἔναντι
κυρίου
καὶ
ἀνϑρώπων
·
ὁμόνοια
ἀδελϕῶν
,
καὶ
ϕιλία
τῶν
πλησίον
,
καὶ
γυνὴ
καὶ
ἀνὴρ
ἑαυτοῖς
συμπεριϕερόμενοι
.
Verse: 2
τρία
δὲ
εἴδη
ἐμίσησεν
ἡ
ψυχή
μου
καὶ
προσώχϑισα
σϕόδρα
τῇ
ζωῇ
αὐτῶν
·
πτωχὸν
ὑπερήϕανον
,
καὶ
πλούσιον
ψεύστην
,
γέροντα
μοιχὸν
ἐλαττούμενον
συνέσει
.
Verse: 3
᾽Εν
νεότητι
οὐ
συναγείοχας
,
καὶ
πῶς
ἂν
εὕροις
ἐν
τῷ
γήρᾳ
σου
;
Verse: 4
ὡς
ὡραῖον
πολιαῖς
κρίσις
καὶ
πρεσβυτέροις
ἐπιγνῶναι
βουλήν
.
Verse: 5
ὡς
ὡραία
γερόντων
σοϕία
καὶ
δεδοξασμένοις
διανόημα
καὶ
βουλή
.
Verse: 6
στέϕανος
γερόντων
πολυπειρία
,
καὶ
τὸ
καύχημα
αὐτῶν
ϕόβος
κυρίου
.
Verse: 7
᾽Εννέα
ὑπονοήματα
ἐμακάρισα
ἐν
καρδίᾳ
καὶ
τὸ
δέκατον
ἐρῶ
ἐπὶ
γλώσσης
·
ἄνϑρωπος
εὐϕραινόμενος
ἐπὶ
τέκνοις
,
ζῶν
καὶ
βλέπων
ἐπὶ
πτώσει
ἐχϑρῶν
·
Verse: 8
μακάριος
ὁ
συνοικῶν
γυναικὶ
συνετῇ
,
καὶ
ὃς
ἐν
γλώσσῃ
οὐκ
ὠλίσϑησεν
,
καὶ
ὃς
οὐκ
ἐδούλευσεν
ἀναξίῳ
ἑαυτοῦ
·
Verse: 9
μακάριος
ὃς
εὗρεν
ϕρόνησιν
,
καὶ
ὁ
διηγούμενος
εἰς
ὦτα
ἀκουόντων
·
Verse: 10
ὡς
μέγας
ὁ
εὑρὼν
σοϕίαν
·
ἀλλ
'
οὐκ
ἔστιν
ὑπὲρ
τὸν
ϕοβούμενον
τὸν
κύριον
·
Verse: 11
ϕόβος
κυρίου
ὑπὲρ
πᾶν
ὑπερέβαλεν
,
ὁ
κρατῶν
αὐτοῦ
τίνι
ὁμοιωϑήσεται
;
Verse: 13
Πᾶσαν
πληγὴν
καὶ
μὴ
πληγὴν
καρδίας
,
καὶ
πᾶσαν
πονηρίαν
καὶ
μὴ
πονηρίαν
γυναικός
·
Verse: 14
πᾶσαν
ἐπαγωγὴν
καὶ
μὴ
ἐπαγωγὴν
μισούντων
,
καὶ
πᾶσαν
ἐκδίκησιν
καὶ
μὴ
ἐκδίκησιν
ἐχϑρῶν
.
Verse: 15
οὐκ
ἔστιν
κεϕαλὴ
ὑπὲρ
κεϕαλὴν
ὄϕεως
,
καὶ
οὐκ
ἔστιν
ϑυμὸς
ὑπὲρ
ϑυμὸν
ἐχϑροῦ
.
Verse: 16
συνοικῆσαι
λέοντι
καὶ
δράκοντι
εὐδοκήσω
ἢ
συνοικῆσαι
μετὰ
γυναικὸς
πονηρᾶς
.
Verse: 17
πονηρία
γυναικὸς
ἀλλοιοῖ
τὴν
ὅρασιν
αὐτῆς
καὶ
σκοτοῖ
τὸ
πρόσωπον
αὐτῆς
ὡς
ἄρκος
·
Verse: 18
ἀνὰ
μέσον
τῶν
πλησίον
αὐτοῦ
ἀναπεσεῖται
ὁ
ἀνηρ
αὐτῆς
καὶ
ἀκουσίως
ἀνεστέναξεν
πικρά
.
Verse: 19
μικρὰ
πᾶσα
κακία
πρὸς
κακίαν
γυναικός
,
κλῆρος
ἁμαρτωλοῦ
ἐπιπέσοι
αὐτῇ
.
Verse: 20
ἀνάβασις
ἀμμώδης
ἐν
ποσὶν
πρεσβυτέρου
,
οὕτως
γυνὴ
γλωσσώδης
ἀνδρὶ
ἡσύχῳ
.
Verse: 21
μὴ
προσπέσῃς
ἐπὶ
κάλλος
γυναικὸς
καὶ
γυναῖκα
μὴ
ἐπιποϑήσῃς
.
Verse: 22
ὀργὴ
καὶ
ἀναίδεια
καὶ
αἰσχύνη
μεγάλη
γυνὴ
ἐὰν
ἐπιχορηγῇ
τῷ
ἀνδρὶ
αὐτῆς
.
Verse: 23
καρδία
ταπεινὴ
καὶ
πρόσωπον
σκυϑρωπὸν
καὶ
πληγὴ
καρδίας
γυνὴ
πονηρά
·
χεῖρες
παρειμέναι
καὶ
γόνατα
παραλελυμένα
ἥτις
οὐ
μακαριεῖ
τὸν
ἄνδρα
αὐτῆς
.
Verse: 24
ἀπὸ
γυναικὸς
ἀρχὴ
ἁμαρτίας
,
καὶ
δι
'
αὐτὴν
ἀποϑνῄσκομεν
πάντες
.
Verse: 25
μὴ
δῷς
ὕδατι
διέξοδον
μηδὲ
γυναικὶ
πονηρᾷ
παρρησίαν
·
Verse: 26
εἰ
μὴ
πορεύεται
κατὰ
χεῖράς
σου
,
ἀπὸ
τῶν
σαρκῶν
σου
ἀπότεμε
αὐτήν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.