TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 877
Chapter: 26
Verse: 1
Γυναικὸς
ἀγαϑῆς
μακάριος
ὁ
ἀνήρ
,
καὶ
ἀριϑμὸς
τῶν
ἡμερῶν
αὐτοῦ
διπλάσιος
.
Verse: 2
γυνὴ
ἀνδρεία
εὐϕραίνει
τὸν
ἄνδρα
αὐτῆς
,
καὶ
τὰ
ἔτη
αὐτοῦ
πληρώσει
ἐν
εἰρήνῃ
.
Verse: 3
γυνὴ
ἀγαϑὴ
μερὶς
ἀγαϑή
,
ἐν
μερίδι
ϕοβουμένων
κύριον
δοϑήσεται
·
Verse: 4
πλουσίου
δὲ
καὶ
πτωχοῦ
καρδία
ἀγαϑή
,
ἐν
παντὶ
καιρῷ
πρόσωπον
ἱλαρόν
.
Verse: 5
᾽Απὸ
τριῶν
εὐλαβήϑη
ἡ
καρδία
μου
,
καὶ
ἐπὶ
τῷ
τετάρτῳ
προσώπῳ
ἐδεήϑην
·
διαβολὴν
πόλεως
,
καὶ
ἐκκλησίαν
ὄχλου
,
καὶ
καταψευσμόν
,
ὑπὲρ
ϑάνατον
πάντα
μοχϑηρά
.
Verse: 6
ἄλγος
καρδίας
καὶ
πένϑος
γυνὴ
ἀντίζηλος
ἐπὶ
γυναικὶ
καὶ
μάστιξ
γλώσσης
πᾶσιν
ἐπικοινωνοῦσα
.
Verse: 7
βοοζύγιον
σαλευόμενον
γυνὴ
πονηρά
,
ὁ
κρατῶν
αὐτῆς
ὡς
ὁ
δρασσόμενος
σκορπίου
.
Verse: 8
ὀργὴ
μεγάλη
γυνὴ
μέϑυσος
καὶ
ἀσχημοσύνην
αὐτῆς
οὐ
συγκαλύψει
.
Verse: 9
πορνεία
γυναικὸς
ἐν
μετεωρισμοῖς
ὀϕϑαλμῶν
καὶ
ἐν
τοῖς
βλεϕάροις
αὐτῆς
γνωσϑήσεται
.
Verse: 10
ἐπὶ
ϑυγατρὶ
ἀδιατρέπτῳ
στερέωσον
ϕυλακήν
,
ἵνα
μὴ
εὑροῦσα
ἄνεσιν
ἑαυτῇ
χρήσηται
·
Verse: 11
ὀπίσω
ἀναιδοῦς
ὀϕϑαλμοῦ
ϕύλαξαι
καὶ
μὴ
ϑαυμάσῃς
,
ἐὰν
εἰς
σὲ
πλημμελήσῃ
·
Verse: 12
ὡς
διψῶν
ὁδοιπόρος
τὸ
στόμα
ἀνοίξει
καὶ
ἀπὸ
παντὸς
ὕδατος
τοῦ
σύνεγγυς
πίεται
,
κατέναντι
παντὸς
πασσάλου
καϑήσεται
καὶ
ἔναντι
βέλους
ἀνοίξει
ϕαρέτραν
.
Verse: 13
Χάρις
γυναικὸς
τέρψει
τὸν
ἄνδρα
αὐτῆς
,
καὶ
τὰ
ὀστᾶ
αὐτοῦ
πιανεῖ
ἡ
ἐπιστήμη
αὐτῆς
.
Verse: 14
δόσις
κυρίου
γυνὴ
σιγηρά
,
καὶ
οὐκ
ἔστιν
ἀντάλλαγμα
πεπαιδευμένης
ψυχῆς
·
Verse: 15
χάρις
ἐπὶ
χάριτι
γυνὴ
αἰσχυντηρά
,
καὶ
οὐκ
ἔστιν
σταϑμὸς
πᾶς
ἄξιος
ἐγκρατοῦς
ψυχῆς
.
Verse: 16
ἥλιος
ἀνατέλλων
ἐν
ὑψίστοις
κυρίου
καὶ
κάλλος
ἀγαϑῆς
γυναικὸς
ἐν
κόσμῳ
οἰκίας
αὐτῆς
·
Verse: 17
λύχνος
ἐκλάμπων
ἐπὶ
λυχνίας
ἁγίας
καὶ
κάλλος
προσώπου
ἐπὶ
ἡλικίᾳ
στασίμῃ
·
Verse: 18
στῦλοι
χρύσεοι
ἐπὶ
βάσεως
ἀργυρᾶς
καὶ
πόδες
ὡραῖοι
ἐπὶ
στέρνοις
εὐσταϑοῦς
.
Verse: 28
᾽Επὶ
δυσὶ
λελύπηται
ἡ
καρδία
μου
,
καὶ
ἐπὶ
τῷ
τρίτῳ
ϑυμός
μοι
ἐπῆλϑεν
·
ἀνὴρ
πολεμιστὴς
ὑστερῶν
δι
'
ἔνδειαν
,
καὶ
ἄνδρες
συνετοὶ
ἐὰν
σκυβαλισϑῶσιν
,
ἐπανάγων
ἀπὸ
δικαιοσύνης
ἐπὶ
ἁμαρτίαν
·
ὁ
κύριος
ἑτοιμάσει
εἰς
ῥομϕαίαν
αὐτόν
.
Verse: 29
Μόλις
ἐξελεῖται
ἔμπορος
ἀπὸ
πλημμελείας
,
καὶ
οὐ
δικαιωϑήσεται
κάπηλος
ἀπὸ
ἁμαρτίας
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.