TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 875
Chapter: 24
Verse: 1
῾Η
σοϕία
αἰνέσει
ψυχὴν
αὐτῆς
καὶ
ἐν
μέσῳ
λαοῦ
αὐτῆς
καυχήσεται
·
Verse: 2
ἐν
ἐκκλησίᾳ
ὑψίστου
στόμα
αὐτῆς
ἀνοίξει
καὶ
ἔναντι
δυνάμεως
αὐτοῦ
καυχήσεται
Verse: 3
᾽Εγὼ
ἀπὸ
στόματος
ὑψίστου
ἐξῆλϑον
καὶ
ὡς
ὁμίχλη
κατεκάλυψα
γῆν
·
Verse: 4
ἐγὼ
ἐν
ὑψηλοῖς
κατεσκήνωσα
,
καὶ
ὁ
ϑρόνος
μου
ἐν
στύλῳ
νεϕέλης
·
Verse: 5
γῦρον
οὐρανοῦ
ἐκύκλωσα
μόνη
καὶ
ἐν
βάϑει
ἀβύσσων
περιεπάτησα
·
Verse: 6
ἐν
κύμασιν
ϑαλάσσης
καὶ
ἐν
πάσῃ
τῇ
γῇ
καὶ
ἐν
παντὶ
λαῷ
καὶ
ἔϑνει
ἐκτησάμην
.
Verse: 7
μετὰ
τούτων
πάντων
ἀνάπαυσιν
ἐζήτησα
καὶ
ἐν
κληρονομίᾳ
τίνος
αὐλισϑήσομαι
.
Verse: 8
τότε
ἐνετείλατό
μοι
ὁ
κτίστης
ἁπάντων
,
καὶ
ὁ
κτίσας
με
κατέπαυσεν
τὴν
σκηνήν
μου
καὶ
εἶπεν
᾽Εν
Ιακωβ
κατασκήνωσον
καὶ
ἐν
Ισραηλ
κατακληρονομήϑητι
.
Verse: 9
πρὸ
τοῦ
αἰῶνος
ἀπ
'
ἀρχῆς
ἔκτισέν
με
,
καὶ
ἕως
αἰῶνος
οὐ
μὴ
ἐκλίπω
.
Verse: 10
ἐν
σκηνῇ
ἁγίᾳ
ἐνώπιον
αὐτοῦ
ἐλειτούργησα
καὶ
οὕτως
ἐν
Σιων
ἐστηρίχϑην
·
Verse: 11
ἐν
πόλει
ἠγαπημένῃ
ὁμοίως
με
κατέπαυσεν
,
καὶ
ἐν
Ιερουσαλημ
ἡ
ἐξουσία
μου
·
Verse: 12
καὶ
ἐρρίζωσα
ἐν
λαῷ
δεδοξασμένῳ
,
ἐν
μερίδι
κυρίου
,
κληρονομίας
αὐτοῦ
.
Verse: 13
ὡς
κέδρος
ἀνυψώϑην
ἐν
τῷ
Λιβάνῳ
καὶ
ὡς
κυπάρισσος
ἐν
ὄρεσιν
Αερμων
·
Verse: 14
ὡς
ϕοῖνιξ
ἀνυψώϑην
ἐν
Αιγγαδοις
καὶ
ὡς
ϕυτὰ
ῥόδου
ἐν
Ιεριχω
,
ὡς
ἐλαία
εὐπρεπὴς
ἐν
πεδίῳ
,
καὶ
ἀνυψώϑην
ὡς
πλάτανος
.
Verse: 15
ὡς
κιννάμωμον
καὶ
ἀσπάλαϑος
ἀρωμάτων
δέδωκα
ὀσμὴν
καὶ
ὡς
σμύρνα
ἐκλεκτὴ
διέδωκα
εὐωδίαν
,
ὡς
χαλβάνη
καὶ
ὄνυξ
καὶ
στακτὴ
καὶ
ὡς
λιβάνου
ἀτμὶς
ἐν
σκηνῇ
.
Verse: 16
ἐγὼ
ὡς
τερέμινϑος
ἐξέτεινα
κλάδους
μου
,
καὶ
οἱ
κλάδοι
μου
κλάδοι
δόξης
καὶ
χάριτος
.
Verse: 17
ἐγὼ
ὡς
ἄμπελος
ἐβλάστησα
χάριν
,
καὶ
τὰ
ἄνϑη
μου
καρπὸς
δόξης
καὶ
πλούτου
.
Verse: 19
προσέλϑετε
πρός
με
,
οἱ
ἐπιϑυμοῦντές
μου
,
καὶ
ἀπὸ
τῶν
γενημάτων
μου
ἐμπλήσϑητε
·
Verse: 20
τὸ
γὰρ
μνημόσυνόν
μου
ὑπὲρ
τὸ
μέλι
γλυκύ
,
καὶ
ἡ
κληρονομία
μου
ὑπὲρ
μέλιτος
κηρίον
.
Verse: 21
οἱ
ἐσϑίοντές
με
ἔτι
πεινάσουσιν
,
καὶ
οἱ
πίνοντές
με
ἔτι
διψήσουσιν
.
Verse: 22
ὁ
ὑπακούων
μου
οὐκ
αἰσχυνϑήσεται
,
καὶ
οἱ
ἐργαζόμενοι
ἐν
ἐμοὶ
οὐχ
ἁμαρτήσουσιν
.
Verse: 23
Ταῦτα
πάντα
βίβλος
διαϑήκης
ϑεοῦ
ὑψίστου
,
νόμον
ὃν
ἐνετείλατο
ἡμῖν
Μωυσῆς
κληρονομίαν
συναγωγαῖς
Ιακωβ
,
Verse: 25
ὁ
πιμπλῶν
ὡς
Φισων
σοϕίαν
καὶ
ὡς
Τίγρις
ἐν
ἡμέραις
νέων
,
Verse: 26
ὁ
ἀναπληρῶν
ὡς
Εὐϕράτης
σύνεσιν
καὶ
ὡς
Ιορδάνης
ἐν
ἡμέραις
ϑερισμοῦ
,
Verse: 27
ὁ
ἐκϕαίνων
ὡς
ϕῶς
παιδείαν
,
ὡς
Γηων
ἐν
ἡμέραις
τρυγήτου
.
Verse: 28
οὐ
συνετέλεσεν
ὁ
πρῶτος
γνῶναι
αὐτήν
,
καὶ
οὕτως
ὁ
ἔσχατος
οὐκ
ἐξιχνίασεν
αὐτήν
·
Verse: 29
ἀπὸ
γὰρ
ϑαλάσσης
ἐπληϑύνϑη
διανόημα
αὐτῆς
καὶ
ἡ
βουλὴ
αὐτῆς
ἀπὸ
ἀβύσσου
μεγάλης
.
Verse: 30
Κἀγὼ
ὡς
διῶρυξ
ἀπὸ
ποταμοῦ
καὶ
ὡς
ὑδραγωγὸς
ἐξῆλϑον
εἰς
παράδεισον
·
Verse: 31
εἶπα
Ποτιῶ
μου
τὸν
κῆπον
καὶ
μεϑύσω
μου
τὴν
πρασιάν
·
καὶ
ἰδοὺ
ἐγένετό
μοι
ἡ
διῶρυξ
εἰς
ποταμόν
,
καὶ
ὁ
ποταμός
μου
ἐγένετο
εἰς
ϑάλασσαν
.
Verse: 32
ἔτι
παιδείαν
ὡς
ὄρϑρον
ϕωτιῶ
καὶ
ἐκϕανῶ
αὐτὰ
ἕως
εἰς
μακράν
·
Verse: 33
ἔτι
διδασκαλίαν
ὡς
προϕητείαν
ἐκχεῶ
καὶ
καταλείψω
αὐτὴν
εἰς
γενεὰς
αἰώνων
.
Verse: 34
ἴδετε
ὅτι
οὐκ
ἐμοὶ
μόνῳ
ἐκοπίασα
,
ἀλλ
'
ἅπασιν
τοῖς
ἐκζητοῦσιν
αὐτήν
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.