TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 874
Chapter: 23
Verse: 1
κύριε
πάτερ
καὶ
δέσποτα
ζωῆς
μου
,
μὴ
ἐγκαταλίπῃς
με
ἐν
βουλῇ
αὐτῶν
,
μὴ
ἀϕῇς
με
πεσεῖν
ἐν
αὐτοῖς
.
Verse: 2
τίς
ἐπιστήσει
ἐπὶ
τοῦ
διανοήματός
μου
μάστιγας
καὶ
ἐπὶ
τῆς
καρδίας
μου
παιδείαν
σοϕίας
,
ἵνα
ἐπὶ
τοῖς
ἀγνοήμασίν
μου
μὴ
ϕείσωνται
καὶ
οὐ
μὴ
παρῇ
τὰ
ἁμαρτήματα
αὐτῶν
,
Verse: 3
ὅπως
μὴ
πληϑυνϑῶσιν
αἱ
ἄγνοιαί
μου
καὶ
αἱ
ἁμαρτίαι
μου
πλεονάσωσιν
καὶ
πεσοῦμαι
ἔναντι
τῶν
ὑπεναντίων
καὶ
ἐπιχαρεῖταί
μοι
ὁ
ἐχϑρός
μου
;
Verse: 4
κύριε
πάτερ
καὶ
ϑεὲ
ζωῆς
μου
,
μετεωρισμὸν
ὀϕϑαλμῶν
μὴ
δῷς
μοι
Verse: 5
καὶ
ἐπιϑυμίαν
ἀπόστρεψον
ἀπ
'
ἐμοῦ
·
Verse: 6
κοιλίας
ὄρεξις
καὶ
συνουσιασμὸς
μὴ
καταλαβέτωσάν
με
,
καὶ
ψυχῇ
ἀναιδεῖ
μὴ
παραδῷς
με
.
Verse: 7
Παιδείαν
στόματος
ἀκούσατε
,
τέκνα
,
καὶ
ὁ
ϕυλάσσων
οὐ
μὴ
ἁλῷ
.
Verse: 8
ἐν
τοῖς
χείλεσιν
αὐτοῦ
καταληϕϑήσεται
ἁμαρτωλός
,
καὶ
λοίδορος
καὶ
ὑπερήϕανος
σκανδαλισϑήσονται
ἐν
αὐτοῖς
.
Verse: 9
ὅρκῳ
μὴ
ἐϑίσῃς
τὸ
στόμα
σου
καὶ
ὀνομασίᾳ
τοῦ
ἁγίου
μὴ
συνεϑισϑῇς
·
Verse: 10
ὥσπερ
γὰρ
οἰκέτης
ἐξεταζόμενος
ἐνδελεχῶς
ἀπὸ
μώλωπος
οὐκ
ἐλαττωϑήσεται
,
οὕτως
καὶ
ὁ
ὀμνύων
καὶ
ὀνομάζων
διὰ
παντὸς
ἀπὸ
ἁμαρτίας
οὐ
μὴ
καϑαρισϑῇ
.
Verse: 11
ἀνὴρ
πολύορκος
πλησϑήσεται
ἀνομίας
,
καὶ
οὐκ
ἀποστήσεται
ἀπὸ
τοῦ
οἴκου
αὐτοῦ
μάστιξ
·
ἐὰν
πλημμελήσῃ
,
ἁμαρτία
αὐτοῦ
ἐπ
'
αὐτῷ
,
κἂν
ὑπερίδῃ
,
ἥμαρτεν
δισσῶς
·
καὶ
εἰ
διὰ
κενῆς
ὤμοσεν
,
οὐ
δικαιωϑήσεται
,
πλησϑήσεται
γὰρ
ἐπαγωγῶν
ὁ
οἶκος
αὐτοῦ
.
Verse: 12
῎Εστιν
λέξις
ἀντιπαραβεβλημένη
ϑανάτῳ
,
μὴ
εὑρεϑήτω
ἐν
κληρονομίᾳ
Ιακωβ
·
ἀπὸ
γὰρ
εὐσεβῶν
ταῦτα
πάντα
ἀποστήσεται
,
καὶ
ἐν
ἁμαρτίαις
οὐκ
ἐγκυλισϑήσονται
.
Verse: 13
ἀπαιδευσίαν
ἀσυρῆ
μὴ
συνεϑίσῃς
τὸ
στόμα
σου
·
ἔστιν
γὰρ
ἐν
αὐτῇ
λόγος
ἁμαρτίας
.
Verse: 14
μνήσϑητι
πατρὸς
καὶ
μητρός
σου
,
ἀνὰ
μέσον
γὰρ
μεγιστάνων
συνεδρεύεις
,
μήποτε
ἐπιλάϑῃ
ἐνώπιον
αὐτῶν
καὶ
τῷ
ἐϑισμῷ
σου
μωρανϑῇς
καὶ
ϑελήσεις
εἰ
μὴ
ἐγεννήϑης
καὶ
τὴν
ἡμέραν
τοῦ
τοκετοῦ
σου
καταράσῃ
.
Verse: 15
ἄνϑρωπος
συνεϑιζόμενος
λόγοις
ὀνειδισμοῦ
ἐν
πάσαις
ταῖς
ἡμέραις
αὐτοῦ
οὐ
μὴ
παιδευϑῇ
.
Verse: 16
Δύο
εἴδη
πληϑύνουσιν
ἁμαρτίας
,
καὶ
τὸ
τρίτον
ἐπάξει
ὀργήν
·
Verse: 17
ψυχὴ
ϑερμὴ
ὡς
πῦρ
καιόμενον
,
οὐ
μὴ
σβεσϑῇ
ἕως
ἂν
καταποϑῇ
·
ἄνϑρωπος
πόρνος
ἐν
σώματι
σαρκὸς
αὐτοῦ
,
οὐ
μὴ
παύσηται
ἕως
ἂν
ἐκκαύσῃ
πῦρ
·
ἀνϑρώπῳ
πόρνῳ
πᾶς
ἄρτος
ἡδύς
,
οὐ
μὴ
κοπάσῃ
ἕως
ἂν
τελευτήσῃ
.
Verse: 18
ἄνϑρωπος
παραβαίνων
ἀπὸ
τῆς
κλίνης
αὐτοῦ
λέγων
ἐν
τῇ
ψυχῇ
αὐτοῦ
Τίς
με
ὁρᾷ
;
σκότος
κύκλῳ
μου
,
καὶ
οἱ
τοῖχοί
με
καλύπτουσιν
,
καὶ
οὐϑείς
με
ὁρᾷ
·
τί
εὐλαβοῦμαι
;
τῶν
ἁμαρτιῶν
μου
οὐ
μὴ
μνησϑήσεται
ὁ
ὕψιστος
.
Verse: 19
καὶ
ὀϕϑαλμοὶ
ἀνϑρώπων
ὁ
ϕόβος
αὐτοῦ
,
καὶ
οὐκ
ἔγνω
ὅτι
ὀϕϑαλμοὶ
κυρίου
μυριοπλασίως
ἡλίου
ϕωτεινότεροι
ἐπιβλέποντες
πάσας
ὁδοὺς
ἀνϑρώπων
καὶ
κατανοοῦντες
εἰς
ἀπόκρυϕα
μέρη
.
Verse: 20
πρὶν
ἢ
κτισϑῆναι
τὰ
πάντα
ἔγνωσται
αὐτῷ
,
οὕτως
καὶ
μετὰ
τὸ
συντελεσϑῆναι
.
Verse: 21
οὗτος
ἐν
πλατείαις
πόλεως
ἐκδικηϑήσεται
,
καὶ
οὗ
οὐχ
ὑπενόησεν
,
πιασϑήσεται
.
Verse: 22
Οὕτως
καὶ
γυνὴ
καταλιποῦσα
τὸν
ἄνδρα
καὶ
παριστῶσα
κληρονόμον
ἐξ
ἀλλοτρίου
.
Verse: 23
πρῶτον
μὲν
γὰρ
ἐν
νόμῳ
ὑψίστου
ἠπείϑησεν
,
καὶ
δεύτερον
εἰς
ἄνδρα
αὐτῆς
ἐπλημμέλησεν
,
καὶ
τὸ
τρίτον
ἐν
πορνείᾳ
ἐμοιχεύϑη
καὶ
ἐξ
ἀλλοτρίου
ἀνδρὸς
τέκνα
παρέστησεν
.
Verse: 24
αὕτη
εἰς
ἐκκλησίαν
ἐξαχϑήσεται
,
καὶ
ἐπὶ
τὰ
τέκνα
αὐτῆς
ἐπισκοπὴ
ἔσται
.
Verse: 25
οὐ
διαδώσουσιν
τὰ
τέκνα
αὐτῆς
εἰς
ῥίζαν
,
καὶ
οἱ
κλάδοι
αὐτῆς
οὐκ
οἴσουσιν
καρπόν
.
Verse: 26
καταλείψει
εἰς
κατάραν
τὸ
μνημόσυνον
αὐτῆς
,
καὶ
τὸ
ὄνειδος
αὐτῆς
οὐκ
ἐξαλειϕϑήσεται
,
Verse: 27
καὶ
ἐπιγνώσονται
οἱ
καταλειϕϑέντες
ὅτι
οὐϑὲν
κρεῖττον
ϕόβου
κυρίου
καὶ
οὐϑὲν
γλυκύτερον
τοῦ
προσέχειν
ἐντολαῖς
κυρίου
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.