TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 795
Previous part

Chapter: 6 
Verse: 1  ῾Υπολαβὼν δὲ Ιωβ λέγει
Verse: 2 
Εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν,
τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοϑυμαδόν,
Verse: 3 
καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται·
ἀλλ' ὡς ἔοικεν, τὰ ῥήματά μού ἐστιν ϕαῦλα.
Verse: 4 
βέλη γὰρ κυρίου ἐν τῷ σώματί μού ἐστιν,
ὧν ϑυμὸς αὐτῶν ἐκπίνει μου τὸ αἷμα·
ὅταν ἄρξωμαι λαλεῖν, κεντοῦσί με.
Verse: 5 
τί γάρ; μὴ διὰ κενῆς κεκράξεται ὄνος ἄγριος, ἀλλ' τὰ // σῖτα ζητῶν;
εἰ δὲ καὶ ῥήξει ϕωνὴν βοῦς ἐπὶ ϕάτνης ἔχων τὰ βρώματα;
Verse: 6 
εἰ βρωϑήσεται ἄρτος ἄνευ ἁλός;
εἰ δὲ καὶ ἔστιν γεῦμα ἐν ῥήμασιν κενοῖς;
Verse: 7 
οὐ δύναται γὰρ παύσασϑαί μου ψυχή·
βρόμον γὰρ ὁρῶ τὰ σῖτά μου ὥσπερ ὀσμὴν λέοντος.
Verse: 8 
εἰ γὰρ δῴη, καὶ ἔλϑοι μου αἴτησις,
καὶ τὴν ἐλπίδα μου δῴη κύριος.
Verse: 9 
ἀρξάμενος κύριος τρωσάτω με,
εἰς τέλος δὲ μή με ἀνελέτω.
Verse: 10 
εἴη δέ μου πόλις τάϕος, ἐϕ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς, // οὐ μὴ ϕείσωμαι·
οὐ γὰρ ἐψευσάμην ῥήματα ἅγια ϑεοῦ μου.
Verse: 11 
τίς γάρ μου ἰσχύς, ὅτι ὑπομένω;
τίς μου χρόνος, ὅτι ἀνέχεταί μου ψυχή;
Verse: 12 
μὴ ἰσχὺς λίϑων ἰσχύς μου;
αἱ σάρκες μού εἰσιν χάλκειαι;
Verse: 13 
οὐκ ἐπ' αὐτῷ ἐπεποίϑειν;
βοήϑεια δὲ ἀπ' ἐμοῦ ἄπεστιν.
Verse: 14 
ἀπείπατό με ἔλεος,
ἐπισκοπὴ δὲ κυρίου ὑπερεῖδέν με.
Verse: 15 
οὐ προσεῖδόν με οἱ ἐγγύτατοί μου· ὥσπερ χειμάρρους ἐκλείπων
ὥσπερ κῦμα παρῆλϑόν με·
Verse: 16 
οἵτινές με διευλαβοῦντο, νῦν ἐπιπεπτώκασίν μοι
ὥσπερ χιὼν κρύσταλλος πεπηγώς·
Verse: 17 
καϑὼς τακεῖσα ϑέρμης γενομένης οὐκ ἐπεγνώσϑη ὅπερ ἦν,
Verse: 18 
οὕτως κἀγὼ κατελείϕϑην ὑπὸ πάντων,
ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην.
Verse: 19 
ἴδετε ὁδοὺς Θαιμανων,
ἀτραποὺς Σαβων, οἱ διορῶντες·
Verse: 20 
καὶ αἰσχύνην ὀϕειλήσουσιν
οἱ ἐπὶ πόλεσιν καὶ χρήμασιν πεποιϑότες.
Verse: 21 
ἀτὰρ δὲ καὶ ὑμεῖς ἐπέβητέ μοι ἀνελεημόνως,
ὥστε ἰδόντες τὸ ἐμὸν τραῦμα ϕοβήϑητε.
Verse: 22 
τί γάρ; μή τι ὑμᾶς ᾔτησα
τῆς παρ' ὑμῶν ἰσχύος ἐπιδέομαι
Verse: 23 
ὥστε σῶσαί με ἐξ ἐχϑρῶν
ἐκ χειρὸς δυναστῶν ῥύσασϑαί με;
Verse: 24 
διδάξατέ με, ἐγὼ δὲ κωϕεύσω·
εἴ τι πεπλάνημαι, ϕράσατέ μοι.
Verse: 25 
ἀλλ' ὡς ἔοικεν, ϕαῦλα ἀληϑινοῦ ῥήματα,
οὐ γὰρ παρ' ὑμῶν ἰσχὺν αἰτοῦμαι·
Verse: 26 
οὐδὲ ἔλεγχος ὑμῶν ῥήμασίν με παύσει,
οὐδὲ γὰρ ὑμῶν ϕϑέγμα ῥήματος ἀνέξομαι.
Verse: 27 
πλὴν ὅτι ἐπ' ὀρϕανῷ ἐπιπίπτετε,
ἐνάλλεσϑε δὲ ἐπὶ ϕίλῳ ὑμῶν.
Verse: 28 
νυνὶ δὲ εἰσβλέψας εἰς πρόσωπα ὑμῶν οὐ ψεύσομαι.
Verse: 29 
καϑίσατε δὴ καὶ μὴ εἴη ἄδικον,
καὶ πάλιν τῷ δικαίῳ συνέρχεσϑε.
Verse: 30 
οὐ γάρ ἐστιν ἐν γλώσσῃ μου ἄδικον·
λάρυγξ μου οὐχὶ σύνεσιν μελετᾷ;

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.