TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 796
Chapter: 7
Verse: 1
πότερον
οὐχὶ
πειρατήριόν
ἐστιν
ὁ
βίος
ἀνϑρώπου
ἐπὶ
τῆς
γῆς
καὶ
ὥσπερ
μισϑίου
αὐϑημερινοῦ
ἡ
ζωὴ
αὐτοῦ
;
Verse: 2
ἢ
ὥσπερ
ϑεράπων
δεδοικὼς
τὸν
κύριον
αὐτοῦ
καὶ
τετευχὼς
//
σκιᾶς
ἢ
ὥσπερ
μισϑωτὸς
ἀναμένων
τὸν
μισϑὸν
αὐτοῦ
.
Verse: 3
οὕτως
κἀγὼ
ὑπέμεινα
μῆνας
κενούς
,
νύκτες
δὲ
ὀδυνῶν
δεδομέναι
μοί
εἰσιν
.
Verse: 4
ἐὰν
κοιμηϑῶ
,
λέγω
Πότε
ἡμέρα
;
ὡς
δ
'
ἂν
ἀναστῶ
,
πάλιν
Πότε
ἑσπέρα
;
πλήρης
δὲ
γίνομαι
ὀδυνῶν
ἀπὸ
ἑσπέρας
ἕως
πρωί
.
Verse: 5
ϕύρεται
δέ
μου
τὸ
σῶμα
ἐν
σαπρίᾳ
σκωλήκων
,
τήκω
δὲ
βώλακας
γῆς
ἀπὸ
ἰχῶρος
ξύων
.
Verse: 6
ὁ
δὲ
βίος
μού
ἐστιν
ἐλαϕρότερος
λαλιᾶς
,
ἀπόλωλεν
δὲ
ἐν
κενῇ
ἐλπίδι
.
Verse: 7
μνήσϑητι
οὖν
ὅτι
πνεῦμά
μου
ἡ
ζωὴ
καὶ
οὐκέτι
ἐπανελεύσεται
ὁ
ὀϕϑαλμός
μου
ἰδεῖν
ἀγαϑόν
.
Verse: 8
οὐ
περιβλέψεταί
με
ὀϕϑαλμὸς
ὁρῶντός
με
·
οἱ
ὀϕϑαλμοί
σου
ἐν
ἐμοί
,
καὶ
οὐκέτι
εἰμὶS
Verse: 9
ὥσπερ
νέϕος
ἀποκαϑαρϑὲν
ἀπ
'
οὐρανοῦ
.
ἐὰν
γὰρ
ἄνϑρωπος
καταβῇ
εἰς
ᾅδην
,
οὐκέτι
μὴ
ἀναβῇ
Verse: 10
οὐδ
'
οὐ
μὴ
ἐπιστρέψῃ
ἔτι
εἰς
τὸν
ἴδιον
οἶκον
,
οὐδὲ
μὴ
ἐπιγνῷ
αὐτὸν
ἔτι
ὁ
τόπος
αὐτοῦ
.
Verse: 11
ἀτὰρ
οὖν
οὐδὲ
ἐγὼ
ϕείσομαι
τῷ
στόματί
μου
,
λαλήσω
ἐν
ἀνάγκῃ
ὤν
,
ἀνοίξω
πικρίαν
ψυχῆς
μου
συνεχόμενος
.
Verse: 12
πότερον
ϑάλασσά
εἰμι
ἢ
δράκων
,
ὅτι
κατέταξας
ἐπ
'
ἐμὲ
ϕυλακήν
;
Verse: 13
εἶπα
ὅτι
Παρακαλέσει
με
ἡ
κλίνη
μου
,
ἀνοίσω
δὲ
πρὸς
ἐμαυτὸν
ἰδίᾳ
λόγον
τῇ
κοίτῃ
μου
·
Verse: 14
ἐκϕοβεῖς
με
ἐνυπνίοις
καὶ
ἐν
ὁράμασίν
με
καταπλήσσεις
.
Verse: 15
ἀπαλλάξεις
ἀπὸ
πνεύματός
μου
τὴν
ψυχήν
μου
,
ἀπὸ
δὲ
ϑανάτου
τὰ
ὀστᾶ
μου
.
Verse: 16
οὐ
γὰρ
εἰς
τὸν
αἰῶνα
ζήσομαι
,
ἵνα
μακροϑυμήσω
·
ἀπόστα
ἀπ
'
ἐμοῦ
,
κενὸς
γάρ
μου
ὁ
βίος
.
Verse: 17
τί
γάρ
ἐστιν
ἄνϑρωπος
,
ὅτι
ἐμεγάλυνας
αὐτὸν
ἢ
ὅτι
προσέχεις
τὸν
νοῦν
εἰς
αὐτὸν
Verse: 18
ἢ
ἐπισκοπὴν
αὐτοῦ
ποιήσῃ
ἕως
τὸ
πρωὶ
καὶ
εἰς
ἀνάπαυσιν
αὐτὸν
κρινεῖς
;
Verse: 19
ἕως
τίνος
οὐκ
ἐᾷς
με
οὐδὲ
προίῃ
με
,
ἕως
ἂν
καταπίω
τὸν
πτύελόν
μου
ἐν
ὀδύνῃ
;
Verse: 20
εἰ
ἐγὼ
ἥμαρτον
,
τί
δύναμαί
σοι
πρᾶξαι
,
ὁ
ἐπιστάμενος
τὸν
νοῦν
τῶν
ἀνϑρώπων
;
διὰ
τί
ἔϑου
με
κατεντευκτήν
σου
,
εἰμὶ
δὲ
ἐπὶ
σοὶ
ϕορτίον
;
Verse: 21
καὶ
διὰ
τί
οὐκ
ἐποιήσω
τῆς
ἀνομίας
μου
λήϑην
καὶ
καϑαρισμὸν
τῆς
ἁμαρτίας
μου
;
νυνὶ
δὲ
εἰς
γῆν
ἀπελεύσομαι
,
ὀρϑρίζων
δὲ
οὐκέτι
εἰμί
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.