TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 794
Chapter: 5
Verse: 1
ἐπικάλεσαι
δέ
,
εἴ
τίς
σοι
ὑπακούσεται
,
ἢ
εἴ
τινα
ἀγγέλων
ἁγίων
ὄψῃ
.
Verse: 2
καὶ
γὰρ
ἄϕρονα
ἀναιρεῖ
ὀργή
,
πεπλανημένον
δὲ
ϑανατοῖ
ζῆλος
.
Verse: 3
ἐγὼ
δὲ
ἑώρακα
ἄϕρονας
ῥίζαν
βάλλοντας
,
ἀλλ
'
εὐϑέως
ἐβρώϑη
αὐτῶν
ἡ
δίαιτα
.
Verse: 4
πόρρω
γένοιντο
οἱ
υἱοὶ
αὐτῶν
ἀπὸ
σωτηρίας
,
κολαβρισϑείησαν
δὲ
ἐπὶ
ϑύραις
ἡσσόνων
,
καὶ
οὐκ
ἔσται
ὁ
//
ἐξαιρούμενος
·
Verse: 5
ἃ
γὰρ
ἐκεῖνοι
συνήγαγον
,
δίκαιοι
ἔδονται
,
αὐτοὶ
δὲ
ἐκ
κακῶν
οὐκ
ἐξαίρετοι
ἔσονται
,
ἐκσιϕωνισϑείη
αὐτῶν
ἡ
ἰσχύς
.
Verse: 6
οὐ
γὰρ
μὴ
ἐξέλϑῃ
ἐκ
τῆς
γῆς
κόπος
,
οὐδὲ
ἐξ
ὀρέων
ἀναβλαστήσει
πόνος
·
Verse: 7
ἀλλὰ
ἄνϑρωπος
γεννᾶται
κόπῳ
,
νεοσσοὶ
δὲ
γυπὸς
τὰ
ὑψηλὰ
πέτονται
.
Verse: 8
οὐ
μὴν
δὲ
ἀλλὰ
ἐγὼ
δεηϑήσομαι
κυρίου
,
κύριον
δὲ
τὸν
πάντων
δεσπότην
ἐπικαλέσομαι
Verse: 9
τὸν
ποιοῦντα
μεγάλα
καὶ
ἀνεξιχνίαστα
,
ἔνδοξά
τε
καὶ
ἐξαίσια
,
ὧν
οὐκ
ἔστιν
ἀριϑμός
·
Verse: 10
τὸν
διδόντα
ὑετὸν
ἐπὶ
τὴν
γῆν
,
ἀποστέλλοντα
ὕδωρ
ἐπὶ
τὴν
ὑπ
'
οὐρανόν
·
Verse: 11
τὸν
ποιοῦντα
ταπεινοὺς
εἰς
ὕψος
καὶ
ἀπολωλότας
ἐξεγείροντα
·
Verse: 12
διαλλάσσοντα
βουλὰς
πανούργων
,
καὶ
οὐ
μὴ
ποιήσουσιν
αἱ
χεῖρες
αὐτῶν
ἀληϑές
.
Verse: 13
ὁ
καταλαμβάνων
σοϕοὺς
ἐν
τῇ
ϕρονήσει
,
βουλὴν
δὲ
πολυπλόκων
ἐξέστησεν
·
Verse: 14
ἡμέρας
συναντήσεται
αὐτοῖς
σκότος
,
τὸ
δὲ
μεσημβρινὸν
ψηλαϕήσαισαν
ἴσα
νυκτί
.
Verse: 15
ἀπόλοιντο
δὲ
ἐν
πολέμῳ
,
ἀδύνατος
δὲ
ἐξέλϑοι
ἐκ
χειρὸς
δυνάστου
·
Verse: 16
εἴη
δὲ
ἀδυνάτῳ
ἐλπίς
,
ἀδίκου
δὲ
στόμα
ἐμϕραχϑείη
.
Verse: 17
μακάριος
δὲ
ἄνϑρωπος
,
ὃν
ἤλεγξεν
ὁ
κύριος
·
νουϑέτημα
δὲ
παντοκράτορος
μὴ
ἀπαναίνου
.
Verse: 18
αὐτὸς
γὰρ
ἀλγεῖν
ποιεῖ
καὶ
πάλιν
ἀποκαϑίστησιν
·
ἔπαισεν
,
καὶ
αἱ
χεῖρες
αὐτοῦ
ἰάσαντο
.
Verse: 19
ἑξάκις
ἐξ
ἀναγκῶν
σε
ἐξελεῖται
,
ἐν
δὲ
τῷ
ἑβδόμῳ
οὐ
μὴ
ἅψηταί
σου
κακόν
.
Verse: 20
ἐν
λιμῷ
ῥύσεταί
σε
ἐκ
ϑανάτου
,
ἐν
πολέμῳ
δὲ
ἐκ
χειρὸς
σιδήρου
λύσει
σε
.
Verse: 21
ἀπὸ
μάστιγος
γλώσσης
σε
κρύψει
,
καὶ
οὐ
μὴ
ϕοβηϑῇς
ἀπὸ
κακῶν
ἐρχομένων
.
Verse: 22
ἀδίκων
καὶ
ἀνόμων
καταγελάσῃ
,
ἀπὸ
δὲ
ϑηρίων
ἀγρίων
οὐ
μὴ
ϕοβηϑῇς
·
Verse: 23
ϑῆρες
γὰρ
ἄγριοι
εἰρηνεύσουσίν
σοι
.
Verse: 24
εἶτα
γνώσῃ
ὅτι
εἰρηνεύσει
σου
ὁ
οἶκος
,
ἡ
δὲ
δίαιτα
τῆς
σκηνῆς
σου
οὐ
μὴ
ἁμάρτῃ
.
Verse: 25
γνώσῃ
δὲ
ὅτι
πολὺ
τὸ
σπέρμα
σου
,
τὰ
δὲ
τέκνα
σου
ἔσται
ὥσπερ
τὸ
παμβότανον
τοῦ
ἀγροῦ
.
Verse: 26
ἐλεύσῃ
δὲ
ἐν
τάϕῳ
ὥσπερ
σῖτος
ὥριμος
κατὰ
καιρὸν
ϑεριζόμενος
ἢ
ὥσπερ
ϑιμωνιὰ
ἅλωνος
καϑ
'
ὥραν
συγκομισϑεῖσα
.
Verse: 27
ἰδοὺ
ταῦτα
οὕτως
ἐξιχνιάσαμεν
,
ταῦτά
ἐστιν
ἃ
ἀκηκόαμεν
·
σὺ
δὲ
γνῶϑι
σεαυτῷ
εἴ
τι
ἔπραξας
.
This text is part of the
TITUS
edition of
Vetus Testamentum graece iuxta LXX interpretes
.
Copyright
TITUS Project
, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.