TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 671
Previous part

Chapter: 102 
Verse: 1  Τῷ Δαυιδ.
Εὐλόγει, ψυχή μου, τὸν κύριον
καί, πάντα τὰ ἐντός μου, τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ·
Verse: 2 
εὐλόγει, ψυχή μου, τὸν κύριον
καὶ μὴ ἐπιλανϑάνου πάσας τὰς ἀνταποδόσεις αὐτοῦ·
Verse: 3 
τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου,
τὸν ἰώμενον πάσας τὰς νόσους σου·
Verse: 4 
τὸν λυτρούμενον ἐκ ϕϑορᾶς τὴν ζωήν σου,
τὸν στεϕανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς·
Verse: 5 
τὸν ἐμπιπλῶντα ἐν ἀγαϑοῖς τὴν ἐπιϑυμίαν σου,
ἀνακαινισϑήσεται ὡς ἀετοῦ νεότης σου.
Verse: 6 
ποιῶν ἐλεημοσύνας κύριος
καὶ κρίμα πᾶσι τοῖς ἀδικουμένοις.
Verse: 7 
ἐγνώρισεν τὰς ὁδοὺς αὐτοῦ τῷ Μωυσῇ,
τοῖς υἱοῖς Ισραηλ τὰ ϑελήματα αὐτοῦ.
Verse: 8 
οἰκτίρμων καὶ ἐλεήμων κύριος,
μακρόϑυμος καὶ πολυέλεος·
Verse: 9 
οὐκ εἰς τέλος ὀργισϑήσεται
οὐδὲ εἰς τὸν αἰῶνα μηνιεῖ·
Verse: 10 
οὐ κατὰ τὰς ἁμαρτίας ἡμῶν ἐποίησεν ἡμῖν
οὐδὲ κατὰ τὰς ἀνομίας ἡμῶν ἀνταπέδωκεν ἡμῖν
Verse: 11 
ὅτι κατὰ τὸ ὕψος τοῦ οὐρανοῦ ἀπὸ τῆς γῆς
ἐκραταίωσεν κύριος τὸ ἔλεος αὐτοῦ ἐπὶ τοὺς ϕοβουμένους // αὐτόν·
Verse: 12 
καϑ' ὅσον ἀπέχουσιν ἀνατολαὶ ἀπὸ δυσμῶν,
ἐμάκρυνεν ἀϕ' ἡμῶν τὰς ἀνομίας ἡμῶν.
Verse: 13 
καϑὼς οἰκτίρει πατὴρ υἱούς,
οἰκτίρησεν κύριος τοὺς ϕοβουμένους αὐτόν,
Verse: 14 
ὅτι αὐτὸς ἔγνω τὸ πλάσμα ἡμῶν·
μνήσϑητι ὅτι χοῦς ἐσμεν.
Verse: 15 
ἄνϑρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ·
ὡσεὶ ἄνϑος τοῦ ἀγροῦ, οὕτως ἐξανϑήσει·
Verse: 16 
ὅτι πνεῦμα διῆλϑεν ἐν αὐτῷ, καὶ οὐχ ὑπάρξει
καὶ οὐκ ἐπιγνώσεται ἔτι τὸν τόπον αὐτοῦ.
Verse: 17 
τὸ δὲ ἔλεος τοῦ κυρίου ἀπὸ τοῦ αἰῶνος καὶ ἕως τοῦ αἰῶνος // ἐπὶ τοὺς ϕοβουμένους αὐτόν,
καὶ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν
Verse: 18 
τοῖς ϕυλάσσουσιν τὴν διαϑήκην αὐτοῦ
καὶ μεμνημένοις τῶν ἐντολῶν αὐτοῦ τοῦ ποιῆσαι αὐτάς.
Verse: 19 
κύριος ἐν τῷ οὐρανῷ ἡτοίμασεν τὸν ϑρόνον αὐτοῦ,
καὶ βασιλεία αὐτοῦ πάντων δεσπόζει.
Verse: 20 
εὐλογεῖτε τὸν κύριον, πάντες οἱ ἄγγελοι αὐτοῦ,
δυνατοὶ ἰσχύι ποιοῦντες τὸν λόγον αὐτοῦ
τοῦ ἀκοῦσαι τῆς ϕωνῆς τῶν λόγων αὐτοῦ·
Verse: 21 
εὐλογεῖτε τὸν κύριον, πᾶσαι αἱ δυνάμεις αὐτοῦ,
λειτουργοὶ αὐτοῦ ποιοῦντες τὸ ϑέλημα αὐτοῦ·
Verse: 22 
εὐλογεῖτε τὸν κύριον, πάντα τὰ ἔργα αὐτοῦ
ἐν παντὶ τόπῳ τῆς δεσποτείας αὐτοῦ·
εὐλόγει, ψυχή μου, τὸν κύριον. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.