TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 672
Previous part

Chapter: 103 
Verse: 1  Τῷ Δαυιδ.
Εὐλόγει, ψυχή μου, τὸν κύριον.
κύριε ϑεός μου, ἐμεγαλύνϑης σϕόδρα,
ἐξομολόγησιν καὶ εὐπρέπειαν ἐνεδύσω
Verse: 2 
ἀναβαλλόμενος ϕῶς ὡς ἱμάτιον,
ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν·
Verse: 3 
στεγάζων ἐν ὕδασιν τὰ ὑπερῷα αὐτοῦ,
τιϑεὶς νέϕη τὴν ἐπίβασιν αὐτοῦ,
περιπατῶν ἐπὶ πτερύγων ἀνέμων·
Verse: 4 
ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα
καὶ τοὺς λειτουργοὺς αὐτοῦ πῦρ ϕλέγον.
Verse: 5 
ἐϑεμελίωσεν τὴν γῆν ἐπὶ τὴν ἀσϕάλειαν αὐτῆς,
οὐ κλιϑήσεται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.
Verse: 6 
ἄβυσσος ὡς ἱμάτιον τὸ περιβόλαιον αὐτοῦ,
ἐπὶ τῶν ὀρέων στήσονται ὕδατα·
Verse: 7 
ἀπὸ ἐπιτιμήσεώς σου ϕεύξονται,
ἀπὸ ϕωνῆς βροντῆς σου δειλιάσουσιν.
Verse: 8 
ἀναβαίνουσιν ὄρη καὶ καταβαίνουσιν πεδία
εἰς τόπον, ὃν ἐϑεμελίωσας αὐτοῖς·
Verse: 9 
ὅριον ἔϑου, οὐ παρελεύσονται,
οὐδὲ ἐπιστρέψουσιν καλύψαι τὴν γῆν.
Verse: 10 
ἐξαποστέλλων πηγὰς ἐν ϕάραγξιν,
ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα·
Verse: 11 
ποτιοῦσιν πάντα τὰ ϑηρία τοῦ ἀγροῦ,
προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν·
Verse: 12 
ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει,
ἐκ μέσου τῶν πετρῶν δώσουσιν ϕωνήν.
Verse: 13 
ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ,
ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασϑήσεται γῆ.
Verse: 14 
ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν
καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνϑρώπων
τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς·
Verse: 15 
καὶ οἶνος εὐϕραίνει καρδίαν ἀνϑρώπου
τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ,
καὶ ἄρτος καρδίαν ἀνϑρώπου στηρίζει.
Verse: 16 
χορτασϑήσεται τὰ ξύλα τοῦ πεδίου,
αἱ κέδροι τοῦ Λιβάνου, ἃς ἐϕύτευσεν·
Verse: 17 
ἐκεῖ στρουϑία ἐννοσσεύσουσιν,
τοῦ ἐρωδιοῦ οἰκία ἡγεῖται αὐτῶν.
Verse: 18 
ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάϕοις,
πέτρα καταϕυγὴ τοῖς χοιρογρυλλίοις.
Verse: 19 
ἐποίησεν σελήνην εἰς καιρούς,
ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ.
Verse: 20 
ἔϑου σκότος, καὶ ἐγένετο νύξ,
ἐν αὐτῇ διελεύσονται πάντα τὰ ϑηρία τοῦ δρυμοῦ,
Verse: 21 
σκύμνοι ὠρυόμενοι ἁρπάσαι
καὶ ζητῆσαι παρὰ τοῦ ϑεοῦ βρῶσιν αὐτοῖς.
Verse: 22 
ἀνέτειλεν ἥλιος, καὶ συνήχϑησαν
καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασϑήσονται·
Verse: 23 
ἐξελεύσεται ἄνϑρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ
καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
Verse: 24 
ὡς ἐμεγαλύνϑη τὰ ἔργα σου, κύριε·
πάντα ἐν σοϕίᾳ ἐποίησας,
ἐπληρώϑη γῆ τῆς κτήσεώς σου.
Verse: 25 
αὕτη ϑάλασσα μεγάλη καὶ εὐρύχωρος,
ἐκεῖ ἑρπετά, ὧν οὐκ ἔστιν ἀριϑμός,
ζῷα μικρὰ μετὰ μεγάλων·
Verse: 26 
ἐκεῖ πλοῖα διαπορεύονται,
δράκων οὗτος, ὃν ἔπλασας ἐμπαίζειν αὐτῷ.
Verse: 27 
πάντα πρὸς σὲ προσδοκῶσιν
δοῦναι τὴν τροϕὴν αὐτοῖς εὔκαιρον.
Verse: 28 
δόντος σου αὐτοῖς συλλέξουσιν,
ἀνοίξαντος δέ σου τὴν χεῖρα τὰ σύμπαντα πλησϑήσονται // χρηστότητος.
Verse: 29 
ἀποστρέψαντος δέ σου τὸ πρόσωπον ταραχϑήσονται·
ἀντανελεῖς τὸ πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσιν
καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν.
Verse: 30 
ἐξαποστελεῖς τὸ πνεῦμά σου, καὶ κτισϑήσονται,
καὶ ἀνακαινιεῖς τὸ πρόσωπον τῆς γῆς.
Verse: 31 
ἤτω δόξα κυρίου εἰς τὸν αἰῶνα,
εὐϕρανϑήσεται κύριος ἐπὶ τοῖς ἔργοις αὐτοῦ·
Verse: 32 
ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν,
ἁπτόμενος τῶν ὀρέων καὶ καπνίζονται.
Verse: 33 
ᾄσω τῷ κυρίῳ ἐν τῇ ζωῇ μου,
ψαλῶ τῷ ϑεῷ μου, ἕως ὑπάρχω·
Verse: 34 
ἡδυνϑείη αὐτῷ διαλογή μου,
ἐγὼ δὲ εὐϕρανϑήσομαι ἐπὶ τῷ κυρίῳ.
Verse: 35 
ἐκλίποισαν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς
καὶ ἄνομοι ὥστε μὴ ὑπάρχειν αὐτούς.
εὐλόγει, ψυχή μου, τὸν κύριον. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.