TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 670
Previous part

Chapter: 101 
Verse: 1  Προσευχὴ τῷ πτωχῷ, ὅταν ἀκηδιάσῃ καὶ ἐναντίον
κυρίου ἐκχέῃ τὴν δέησιν αὐτοῦ.
Verse: 2 
Εἰσάκουσον, κύριε, τῆς προσευχῆς μου,
καὶ κραυγή μου πρὸς σὲ ἐλϑάτω.
Verse: 3 
μὴ ἀποστρέψῃς τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ·
ἐν ἂν ἡμέρᾳ ϑλίβωμαι, κλῖνον τὸ οὖς σου πρός με·
ἐν ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ταχὺ εἰσάκουσόν μου.
Verse: 4 
ὅτι ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου,
καὶ τὰ ὀστᾶ μου ὡσεὶ ϕρύγιον συνεϕρύγησαν.
Verse: 5 
ἐπλήγη ὡσεὶ χόρτος καὶ ἐξηράνϑη καρδία μου,
ὅτι ἐπελαϑόμην τοῦ ϕαγεῖν τὸν ἄρτον μου.
Verse: 6 
ἀπὸ ϕωνῆς τοῦ στεναγμοῦ μου
ἐκολλήϑη τὸ ὀστοῦν μου τῇ σαρκί μου.
Verse: 7 
ὡμοιώϑην πελεκᾶνι ἐρημικῷ,
ἐγενήϑην ὡσεὶ νυκτικόραξ ἐν οἰκοπέδῳ,
Verse: 8 
ἠγρύπνησα καὶ ἐγενήϑην
ὡσεὶ στρουϑίον μονάζον ἐπὶ δώματι.
Verse: 9 
ὅλην τὴν ἡμέραν ὠνείδιζόν με οἱ ἐχϑροί μου,
καὶ οἱ ἐπαινοῦντές με κατ' ἐμοῦ ὤμνυον.
Verse: 10 
ὅτι σποδὸν ὡσεὶ ἄρτον ἔϕαγον
καὶ τὸ πόμα μου μετὰ κλαυϑμοῦ ἐκίρνων
Verse: 11 
ἀπὸ προσώπου τῆς ὀργῆς σου καὶ τοῦ ϑυμοῦ σου,
ὅτι ἐπάρας κατέρραξάς με.
Verse: 12 
αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίϑησαν,
καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνϑην.
Verse: 13 
σὺ δέ, κύριε, εἰς τὸν αἰῶνα μένεις,
καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν.
Verse: 14 
σὺ ἀναστὰς οἰκτιρήσεις τὴν Σιων,
ὅτι καιρὸς τοῦ οἰκτιρῆσαι αὐτήν, ὅτι ἥκει καιρός·
Verse: 15 
ὅτι εὐδόκησαν οἱ δοῦλοί σου τοὺς λίϑους αὐτῆς
καὶ τὸν χοῦν αὐτῆς οἰκτιρήσουσιν.
Verse: 16 
καὶ ϕοβηϑήσονται τὰ ἔϑνη τὸ ὄνομα κυρίου
καὶ πάντες οἱ βασιλεῖς τῆς γῆς τὴν δόξαν σου,
Verse: 17 
ὅτι οἰκοδομήσει κύριος τὴν Σιων
καὶ ὀϕϑήσεται ἐν τῇ δόξῃ αὐτοῦ.
Verse: 18 
ἐπέβλεψεν ἐπὶ τὴν προσευχὴν τῶν ταπεινῶν
καὶ οὐκ ἐξουδένωσεν τὴν δέησιν αὐτῶν.
Verse: 19 
γραϕήτω αὕτη εἰς γενεὰν ἑτέραν,
καὶ λαὸς κτιζόμενος αἰνέσει τὸν κύριον,
Verse: 20 
ὅτι ἐξέκυψεν ἐξ ὕψους ἁγίου αὐτοῦ,
κύριος ἐξ οὐρανοῦ ἐπὶ τὴν γῆν ἐπέβλεψεν
Verse: 21 
τοῦ ἀκοῦσαι τὸν στεναγμὸν τῶν πεπεδημένων,
τοῦ λῦσαι τοὺς υἱοὺς τῶν τεϑανατωμένων,
Verse: 22 
τοῦ ἀναγγεῖλαι ἐν Σιων τὸ ὄνομα κυρίου
καὶ τὴν αἴνεσιν αὐτοῦ ἐν Ιερουσαλημ
Verse: 23 
ἐν τῷ συναχϑῆναι λαοὺς ἐπὶ τὸ αὐτὸ
καὶ βασιλείας τοῦ δουλεύειν τῷ κυρίῳ.
Verse: 24 
ἀπεκρίϑη αὐτῷ ἐν ὁδῷ ἰσχύος αὐτοῦ
Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου ἀνάγγειλόν μοι·
Verse: 25 
μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου,
ἐν γενεᾷ γενεῶν τὰ ἔτη σου.
Verse: 26 
κατ' ἀρχὰς σύ, κύριε, τὴν γῆν ἐϑεμελίωσας,
καὶ ἔργα τῶν χειρῶν σού εἰσιν οἱ οὐρανοί·
Verse: 27 
αὐτοὶ ἀπολοῦνται, σὺ δὲ διαμενεῖς,
καὶ πάντες ὡς ἱμάτιον παλαιωϑήσονται,
καὶ ὡσεὶ περιβόλαιον ἀλλάξεις αὐτούς, καὶ ἀλλαγήσονται·
Verse: 28 
σὺ δὲ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσιν.
Verse: 29 
οἱ υἱοὶ τῶν δούλων σου κατασκηνώσουσιν,
καὶ τὸ σπέρμα αὐτῶν εἰς τὸν αἰῶνα κατευϑυνϑήσεται. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.