TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 669
Previous part

Chapter: 100 
Verse: 1  Τῷ Δαυιδ ψαλμός.
῎Ελεος καὶ κρίσιν ᾄσομαί σοι, κύριε·
Verse: 2 
ψαλῶ καὶ συνήσω ἐν ὁδῷ ἀμώμῳ· πότε ἥξεις πρός με;
διεπορευόμην ἐν ἀκακίᾳ καρδίας μου ἐν μέσῳ τοῦ οἴκου μου.
Verse: 3 
οὐ προεϑέμην πρὸ ὀϕϑαλμῶν μου πρᾶγμα παράνομον,
ποιοῦντας παραβάσεις ἐμίσησα·
Verse: 4 
οὐκ ἐκολλήϑη μοι καρδία σκαμβή,
ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίνωσκον.
Verse: 5 
τὸν καταλαλοῦντα λάϑρᾳ τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον·
ὑπερηϕάνῳ ὀϕϑαλμῷ καὶ ἀπλήστῳ καρδίᾳ, τούτῳ οὐ συνήσϑιον.
Verse: 6 
οἱ ὀϕϑαλμοί μου ἐπὶ τοὺς πιστοὺς τῆς γῆς τοῦ συγκαϑῆσϑαι // αὐτοὺς μετ' ἐμοῦ·
πορευόμενος ἐν ὁδῷ ἀμώμῳ, οὗτός μοι ἐλειτούργει.
Verse: 7 
οὐ κατῴκει ἐν μέσῳ τῆς οἰκίας μου ποιῶν ὑπερηϕανίαν,
λαλῶν ἄδικα οὐ κατεύϑυνεν ἐναντίον τῶν ὀϕϑαλμῶν μου.
Verse: 8 
εἰς τὰς πρωίας ἀπέκτεννον πάντας τοὺς ἁμαρτωλοὺς τῆς γῆς
τοῦ ἐξολεϑρεῦσαι ἐκ πόλεως κυρίου πάντας τοὺς ἐργαζομένους // τὴν ἀνομίαν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.