TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 668
Previous part

Chapter: 99 
Verse: 1  Ψαλμὸς εἰς ἐξομολόγησιν.
᾽Αλαλάξατε τῷ κυρίῳ, πᾶσα γῆ,
Verse: 2 
δουλεύσατε τῷ κυρίῳ ἐν εὐϕροσύνῃ,
εἰσέλϑατε ἐνώπιον αὐτοῦ ἐν ἀγαλλιάσει.
Verse: 3 
γνῶτε ὅτι κύριος, αὐτός ἐστιν ϑεός,
αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐχ ἡμεῖς,
λαὸς αὐτοῦ καὶ πρόβατα τῆς νομῆς αὐτοῦ.
Verse: 4 
εἰσέλϑατε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει,
εἰς τὰς αὐλὰς αὐτοῦ ἐν ὕμνοις·
ἐξομολογεῖσϑε αὐτῷ, αἰνεῖτε τὸ ὄνομα αὐτοῦ,
Verse: 5 
ὅτι χρηστὸς κύριος, εἰς τὸν αἰῶνα τὸ ἔλεος αὐτοῦ,
καὶ ἕως γενεᾶς καὶ γενεᾶς ἀλήϑεια αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.