TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 667
Previous part

Chapter: 98 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ.
῾Ο κύριος ἐβασίλευσεν, ὀργιζέσϑωσαν λαοί·
καϑήμενος ἐπὶ τῶν χερουβιν, σαλευϑήτω γῆ.
Verse: 2 
κύριος ἐν Σιων μέγας
καὶ ὑψηλός ἐστιν ἐπὶ πάντας τοὺς λαούς·
Verse: 3 
ἐξομολογησάσϑωσαν τῷ ὀνόματί σου τῷ μεγάλῳ,
ὅτι ϕοβερὸν καὶ ἅγιόν ἐστιν.
Verse: 4 
καὶ τιμὴ βασιλέως κρίσιν ἀγαπᾷ·
σὺ ἡτοίμασας εὐϑύτητας,
κρίσιν καὶ δικαιοσύνην ἐν Ιακωβ σὺ ἐποίησας.
Verse: 5 
ὑψοῦτε κύριον τὸν ϑεὸν ἡμῶν
καὶ προσκυνεῖτε τῷ ὑποποδίῳ τῶν ποδῶν αὐτοῦ,
ὅτι ἅγιός ἐστιν.
Verse: 6 
Μωυσῆς καὶ Ααρων ἐν τοῖς ἱερεῦσιν αὐτοῦ,
καὶ Σαμουηλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ·
ἐπεκαλοῦντο τὸν κύριον, καὶ αὐτὸς ἐπήκουσεν αὐτῶν,
Verse: 7 
ἐν στύλῳ νεϕέλης ἐλάλει πρὸς αὐτούς·
ἐϕύλασσον τὰ μαρτύρια αὐτοῦ
καὶ τὰ προστάγματα, ἔδωκεν αὐτοῖς.
Verse: 8 
κύριε ϑεὸς ἡμῶν, σὺ ἐπήκουες αὐτῶν·
ϑεός, σὺ εὐίλατος ἐγίνου αὐτοῖς
καὶ ἐκδικῶν ἐπὶ πάντα τὰ ἐπιτηδεύματα αὐτῶν.
Verse: 9 
ὑψοῦτε κύριον τὸν ϑεὸν ἡμῶν
καὶ προσκυνεῖτε εἰς ὄρος ἅγιον αὐτοῦ,
ὅτι ἅγιος κύριος ϑεὸς ἡμῶν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.