TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 664
Previous part

Chapter: 95 
Verse: 1  ῞Οτε οἶκος ᾠκοδομεῖτο μετὰ τὴν αἰχμαλωσίαν·
ᾠδὴ τῷ Δαυιδ.
῎Αισατε τῷ κυρίῳ ᾆσμα καινόν,
ᾄσατε τῷ κυρίῳ, πᾶσα γῆ·
Verse: 2 
ᾄσατε τῷ κυρίῳ, εὐλογήσατε τὸ ὄνομα αὐτοῦ,
εὐαγγελίζεσϑε ἡμέραν ἐξ ἡμέρας τὸ σωτήριον αὐτοῦ·
Verse: 3 
ἀναγγείλατε ἐν τοῖς ἔϑνεσιν τὴν δόξαν αὐτοῦ,
ἐν πᾶσι τοῖς λαοῖς τὰ ϑαυμάσια αὐτοῦ.
Verse: 4 
ὅτι μέγας κύριος καὶ αἰνετὸς σϕόδρα,
ϕοβερός ἐστιν ἐπὶ πάντας τοὺς ϑεούς·
Verse: 5 
ὅτι πάντες οἱ ϑεοὶ τῶν ἐϑνῶν δαιμόνια,
δὲ κύριος τοὺς οὐρανοὺς ἐποίησεν·
Verse: 6 
ἐξομολόγησις καὶ ὡραιότης ἐνώπιον αὐτοῦ,
ἁγιωσύνη καὶ μεγαλοπρέπεια ἐν τῷ ἁγιάσματι αὐτοῦ.
Verse: 7 
ἐνέγκατε τῷ κυρίῳ, αἱ πατριαὶ τῶν ἐϑνῶν,
ἐνέγκατε τῷ κυρίῳ δόξαν καὶ τιμήν·
Verse: 8 
ἐνέγκατε τῷ κυρίῳ δόξαν ὀνόματι αὐτοῦ,
ἄρατε ϑυσίας καὶ εἰσπορεύεσϑε εἰς τὰς αὐλὰς αὐτοῦ·
Verse: 9 
προσκυνήσατε τῷ κυρίῳ ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ,
σαλευϑήτω ἀπὸ προσώπου αὐτοῦ πᾶσα γῆ.
Verse: 10 
εἴπατε ἐν τοῖς ἔϑνεσιν ῾Ο κύριος ἐβασίλευσεν,
καὶ γὰρ κατώρϑωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευϑήσεται,
κρινεῖ λαοὺς ἐν εὐϑύτητι.
Verse: 11 
εὐϕραινέσϑωσαν οἱ οὐρανοί, καὶ ἀγαλλιάσϑω γῆ,
σαλευϑήτω ϑάλασσα καὶ τὸ πλήρωμα αὐτῆς·
Verse: 12 
χαρήσεται τὰ πεδία καὶ πάντα τὰ ἐν αὐτοῖς,
τότε ἀγαλλιάσονται πάντα τὰ ξύλα τοῦ δρυμοῦ
Verse: 13 
πρὸ προσώπου κυρίου, ὅτι ἔρχεται,
ὅτι ἔρχεται κρῖναι τὴν γῆν·
κρινεῖ τὴν οἰκουμένην ἐν δικαιοσύνῃ
καὶ λαοὺς ἐν τῇ ἀληϑείᾳ αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.