TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 663
Previous part

Chapter: 94 
Verse: 1  Αἶνος ᾠδῆς τῷ Δαυιδ.
Δεῦτε ἀγαλλιασώμεϑα τῷ κυρίῳ,
ἀλαλάξωμεν τῷ ϑεῷ τῷ σωτῆρι ἡμῶν·
Verse: 2 
προϕϑάσωμεν τὸ πρόσωπον αὐτοῦ ἐν ἐξομολογήσει
καὶ ἐν ψαλμοῖς ἀλαλάξωμεν αὐτῷ.
Verse: 3 
ὅτι ϑεὸς μέγας κύριος
καὶ βασιλεὺς μέγας ἐπὶ πάντας τοὺς ϑεούς·
Verse: 4 
ὅτι ἐν τῇ χειρὶ αὐτοῦ τὰ πέρατα τῆς γῆς,
καὶ τὰ ὕψη τῶν ὀρέων αὐτοῦ εἰσιν·
Verse: 5 
ὅτι αὐτοῦ ἐστιν ϑάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν,
καὶ τὴν ξηρὰν αἱ χεῖρες αὐτοῦ ἔπλασαν.
Verse: 6 
δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ
καὶ κλαύσωμεν ἐναντίον κυρίου τοῦ ποιήσαντος ἡμᾶς·
Verse: 7 
ὅτι αὐτός ἐστιν ϑεὸς ἡμῶν,
καὶ ἡμεῖς λαὸς νομῆς αὐτοῦ
καὶ πρόβατα χειρὸς αὐτοῦ.
σήμερον, ἐὰν τῆς ϕωνῆς αὐτοῦ ἀκούσητε,
Verse: 8 
μὴ σκληρύνητε τὰς καρδίας ὑμῶν ὡς ἐν τῷ παραπικρασμῷ
κατὰ τὴν ἡμέραν τοῦ πειρασμοῦ ἐν τῇ ἐρήμῳ,
Verse: 9 
οὗ ἐπείρασαν οἱ πατέρες ὑμῶν,
ἐδοκίμασαν καὶ εἴδοσαν τὰ ἔργα μου.
Verse: 10 
τεσσαράκοντα ἔτη προσώχϑισα τῇ γενεᾷ ἐκείνῃ
καὶ εἶπα ᾽Αεὶ πλανῶνται τῇ καρδίᾳ
καὶ αὐτοὶ οὐκ ἔγνωσαν τὰς ὁδούς μου,
Verse: 11 
ὡς ὤμοσα ἐν τῇ ὀργῇ μου
Εἰ εἰσελεύσονται εἰς τὴν κατάπαυσίν μου. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.