TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 662
Previous part

Chapter: 93 
Verse: 1  Ψαλμὸς τῷ Δαυιδ, τετράδι σαββάτων.
῾Ο ϑεὸς ἐκδικήσεων κύριος,
ϑεὸς ἐκδικήσεων ἐπαρρησιάσατο.
Verse: 2 
ὑψώϑητι, κρίνων τὴν γῆν,
ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηϕάνοις.
Verse: 3 
ἕως πότε ἁμαρτωλοί, κύριε,
ἕως πότε ἁμαρτωλοὶ καυχήσονται,
Verse: 4 
ϕϑέγξονται καὶ λαλήσουσιν ἀδικίαν,
λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν;
Verse: 5 
τὸν λαόν σου, κύριε, ἐταπείνωσαν
καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν
Verse: 6 
χήραν καὶ προσήλυτον ἀπέκτειναν
καὶ ὀρϕανοὺς ἐϕόνευσαν
Verse: 7 
καὶ εἶπαν Οὐκ ὄψεται κύριος,
οὐδὲ συνήσει ϑεὸς τοῦ Ιακωβ.
Verse: 8 
σύνετε δή, ἄϕρονες ἐν τῷ λαῷ,
καί, μωροί, ποτὲ ϕρονήσατε.
Verse: 9 
ϕυτεύσας τὸ οὖς οὐχὶ ἀκούει,
πλάσας τὸν ὀϕϑαλμὸν οὐ κατανοεῖ;
Verse: 10 
παιδεύων ἔϑνη οὐχὶ ἐλέγξει,
διδάσκων ἄνϑρωπον γνῶσιν,
Verse: 11 
κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνϑρώπων ὅτι εἰσὶν // μάταιοι.
Verse: 12 
μακάριος ἄνϑρωπος, ὃν ἂν σὺ παιδεύσῃς, κύριε,
καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν
Verse: 13 
τοῦ πραῦναι αὐτῷ ἀϕ' ἡμερῶν πονηρῶν,
ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόϑρος.
Verse: 14 
ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ
καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει,
Verse: 15 
ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν
καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐϑεῖς τῇ καρδίᾳ.
διάψαλμα.
Verse: 16 
τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους,
τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν;
Verse: 17 
εἰ μὴ ὅτι κύριος ἐβοήϑησέν μοι,
παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ψυχή μου.
Verse: 18 
εἰ ἔλεγον Σεσάλευται πούς μου,
τὸ ἔλεός σου, κύριε, βοηϑεῖ μοι·
Verse: 19 
κύριε, κατὰ τὸ πλῆϑος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου
αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου.
Verse: 20 
μὴ συμπροσέσται σοι ϑρόνος ἀνομίας,
πλάσσων κόπον ἐπὶ προστάγματι;
Verse: 21 
ϑηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου
καὶ αἷμα ἀϑῷον καταδικάσονται.
Verse: 22 
καὶ ἐγένετό μοι κύριος εἰς καταϕυγὴν
καὶ ϑεός μου εἰς βοηϑὸν ἐλπίδος μου·
Verse: 23 
καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν,
καὶ κατὰ τὴν πονηρίαν αὐτῶν
ἀϕανιεῖ αὐτοὺς κύριος ϑεὸς ἡμῶν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.