TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 661
Previous part

Chapter: 92 
Verse: 1  Εἰς τὴν ἡμέραν τοῦ προσαββάτου, ὅτε κατῴκισται
γῆ· αἶνος ᾠδῆς τῷ Δαυιδ.
῾Ο κύριος ἐβασίλευσεν, εὐπρέπειαν ἐνεδύσατο,
ἐνεδύσατο κύριος δύναμιν καὶ περιεζώσατο·
καὶ γὰρ ἐστερέωσεν τὴν οἰκουμένην, ἥτις οὐ σαλευϑήσεται.
Verse: 2 
ἕτοιμος ϑρόνος σου ἀπὸ τότε,
ἀπὸ τοῦ αἰῶνος σὺ εἶ.
Verse: 3 
ἐπῆραν οἱ ποταμοί, κύριε,
ἐπῆραν οἱ ποταμοὶ ϕωνὰς αὐτῶν·
Verse: 4 
ἀπὸ ϕωνῶν ὑδάτων πολλῶν
ϑαυμαστοὶ οἱ μετεωρισμοὶ τῆς ϑαλάσσης,
ϑαυμαστὸς ἐν ὑψηλοῖς κύριος.
Verse: 5 
τὰ μαρτύριά σου ἐπιστώϑησαν σϕόδρα·
τῷ οἴκῳ σου πρέπει ἁγίασμα, κύριε,
εἰς μακρότητα ἡμερῶν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.