TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 665
Previous part

Chapter: 96 
Verse: 1  Τῷ Δαυιδ, ὅτε γῆ αὐτοῦ καϑίσταται.
῾Ο κύριος ἐβασίλευσεν, ἀγαλλιάσϑω γῆ,
εὐϕρανϑήτωσαν νῆσοι πολλαί.
Verse: 2 
νεϕέλη καὶ γνόϕος κύκλῳ αὐτοῦ,
δικαιοσύνη καὶ κρίμα κατόρϑωσις τοῦ ϑρόνου αὐτοῦ.
Verse: 3 
πῦρ ἐναντίον αὐτοῦ προπορεύσεται
καὶ ϕλογιεῖ κύκλῳ τοὺς ἐχϑροὺς αὐτοῦ·
Verse: 4 
ἔϕαναν αἱ ἀστραπαὶ αὐτοῦ τῇ οἰκουμένῃ,
εἶδεν καὶ ἐσαλεύϑη γῆ.
Verse: 5 
τὰ ὄρη ἐτάκησαν ὡσεὶ κηρὸς ἀπὸ προσώπου κυρίου,
ἀπὸ προσώπου κυρίου πάσης τῆς γῆς.
Verse: 6 
ἀνήγγειλαν οἱ οὐρανοὶ τὴν δικαιοσύνην αὐτοῦ,
καὶ εἴδοσαν πάντες οἱ λαοὶ τὴν δόξαν αὐτοῦ.
Verse: 7 
αἰσχυνϑήτωσαν πάντες οἱ προσκυνοῦντες τοῖς γλυπτοῖς
οἱ ἐγκαυχώμενοι ἐν τοῖς εἰδώλοις αὐτῶν·
προσκυνήσατε αὐτῷ, πάντες οἱ ἄγγελοι αὐτοῦ.
Verse: 8 
ἤκουσεν καὶ εὐϕράνϑη Σιων,
καὶ ἠγαλλιάσαντο αἱ ϑυγατέρες τῆς Ιουδαίας
ἕνεκεν τῶν κριμάτων σου, κύριε·
Verse: 9 
ὅτι σὺ εἶ κύριος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν,
σϕόδρα ὑπερυψώϑης ὑπὲρ πάντας τοὺς ϑεούς.
Verse: 10 
οἱ ἀγαπῶντες τὸν κύριον, μισεῖτε πονηρόν·
ϕυλάσσει κύριος τὰς ψυχὰς τῶν ὁσίων αὐτοῦ,
ἐκ χειρὸς ἁμαρτωλῶν ῥύσεται αὐτούς.
Verse: 11 
ϕῶς ἀνέτειλεν τῷ δικαίῳ
καὶ τοῖς εὐϑέσι τῇ καρδίᾳ εὐϕροσύνη.
Verse: 12 
εὐϕράνϑητε, δίκαιοι, ἐπὶ τῷ κυρίῳ
καὶ ἐξομολογεῖσϑε τῇ μνήμῃ τῆς ἁγιωσύνης αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.