TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 655
Previous part

Chapter: 86 
Verse: 1  Τοῖς υἱοῖς Κορε ψαλμὸς ᾠδῆς.
Οἱ ϑεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσιν τοῖς ἁγίοις·
Verse: 2 
ἀγαπᾷ κύριος τὰς πύλας Σιων
ὑπὲρ πάντα τὰ σκηνώματα Ιακωβ.
Verse: 3 
δεδοξασμένα ἐλαλήϑη περὶ σοῦ, πόλις τοῦ ϑεοῦ.
διάψαλμα.
Verse: 4 
μνησϑήσομαι Ρααβ καὶ Βαβυλῶνος τοῖς γινώσκουσίν με·
καὶ ἰδοὺ ἀλλόϕυλοι καὶ Τύρος καὶ λαὸς Αἰϑιόπων,
οὗτοι ἐγενήϑησαν ἐκεῖ.
Verse: 5 
Μήτηρ Σιων, ἐρεῖ ἄνϑρωπος,
καὶ ἄνϑρωπος ἐγενήϑη ἐν αὐτῇ,
καὶ αὐτὸς ἐϑεμελίωσεν αὐτὴν ὕψιστος.
Verse: 6 
κύριος διηγήσεται ἐν γραϕῇ λαῶν
καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ.
διάψαλμα.
Verse: 7 
ὡς εὐϕραινομένων πάντων κατοικία ἐν σοί. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.