TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 654
Previous part

Chapter: 85 
Verse: 1  Προσευχὴ τῷ Δαυιδ.
Κλῖνον, κύριε, τὸ οὖς σου καὶ ἐπάκουσόν μου,
ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.
Verse: 2 
ϕύλαξον τὴν ψυχήν μου, ὅτι ὅσιός εἰμι·
σῶσον τὸν δοῦλόν σου, ϑεός μου, τὸν ἐλπίζοντα ἐπὶ σέ.
Verse: 3 
ἐλέησόν με, κύριε, ὅτι πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν.
Verse: 4 
εὔϕρανον τὴν ψυχὴν τοῦ δούλου σου,
ὅτι πρὸς σέ, κύριε, ἦρα τὴν ψυχήν μου.
Verse: 5 
ὅτι σύ, κύριε, χρηστὸς καὶ ἐπιεικὴς
καὶ πολυέλεος πᾶσι τοῖς ἐπικαλουμένοις σε.
Verse: 6 
ἐνώτισαι, κύριε, τὴν προσευχήν μου
καὶ πρόσχες τῇ ϕωνῇ τῆς δεήσεώς μου.
Verse: 7 
ἐν ἡμέρᾳ ϑλίψεώς μου ἐκέκραξα πρὸς σέ, ὅτι εἰσήκουσάς μου.
Verse: 8 
οὐκ ἔστιν ὅμοιός σοι ἐν ϑεοῖς, κύριε,
καὶ οὐκ ἔστιν κατὰ τὰ ἔργα σου.
Verse: 9 
πάντα τὰ ἔϑνη, ὅσα ἐποίησας, ἥξουσιν
καὶ προσκυνήσουσιν ἐνώπιόν σου, κύριε,
καὶ δοξάσουσιν τὸ ὄνομά σου,
Verse: 10 
ὅτι μέγας εἶ σὺ καὶ ποιῶν ϑαυμάσια,
σὺ εἶ ϑεὸς μόνος μέγας.
Verse: 11 
ὁδήγησόν με, κύριε, τῇ ὁδῷ σου,
καὶ πορεύσομαι ἐν τῇ ἀληϑείᾳ σου·
εὐϕρανϑήτω καρδία μου τοῦ ϕοβεῖσϑαι τὸ ὄνομά σου.
Verse: 12 
ἐξομολογήσομαί σοι, κύριε ϑεός μου, ἐν ὅλῃ καρδίᾳ μου
καὶ δοξάσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα,
Verse: 13 
ὅτι τὸ ἔλεός σου μέγα ἐπ' ἐμὲ
καὶ ἐρρύσω τὴν ψυχήν μου ἐξ ᾅδου κατωτάτου.
Verse: 14 
ϑεός, παράνομοι ἐπανέστησαν ἐπ' ἐμέ,
καὶ συναγωγὴ κραταιῶν ἐζήτησαν τὴν ψυχήν μου
καὶ οὐ προέϑεντό σε ἐνώπιον αὐτῶν.
Verse: 15 
καὶ σύ, κύριε ϑεός, οἰκτίρμων καὶ ἐλεήμων,
μακρόϑυμος καὶ πολυέλεος καὶ ἀληϑινός.
Verse: 16 
ἐπίβλεψον ἐπ' ἐμὲ καὶ ἐλέησόν με,
δὸς τὸ κράτος σου τῷ παιδί σου
καὶ σῶσον τὸν υἱὸν τῆς παιδίσκης σου.
Verse: 17 
ποίησον μετ' ἐμοῦ σημεῖον εἰς ἀγαϑόν,
καὶ ἰδέτωσαν οἱ μισοῦντές με καὶ αἰσχυνϑήτωσαν,
ὅτι σύ, κύριε, ἐβοήϑησάς μοι καὶ παρεκάλεσάς με. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.