TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 653
Previous part

Chapter: 84 
Verse: 1  Εἰς τὸ τέλος· τοῖς υἱοῖς Κορε ψαλμός.
Verse: 2 
Εὐδόκησας, κύριε, τὴν γῆν σου,
ἀπέστρεψας τὴν αἰχμαλωσίαν Ιακωβ·
Verse: 3 
ἀϕῆκας τὰς ἀνομίας τῷ λαῷ σου,
ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν.
διάψαλμα.
Verse: 4 
κατέπαυσας πᾶσαν τὴν ὀργήν σου,
ἀπέστρεψας ἀπὸ ὀργῆς ϑυμοῦ σου.
Verse: 5 
ἐπίστρεψον ἡμᾶς, ϑεὸς τῶν σωτηρίων ἡμῶν,
καὶ ἀπόστρεψον τὸν ϑυμόν σου ἀϕ' ἡμῶν.
Verse: 6 
μὴ εἰς τὸν αἰῶνα ὀργισϑήσῃ ἡμῖν
διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν;
Verse: 7 
ϑεός, σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς,
καὶ λαός σου εὐϕρανϑήσεται ἐπὶ σοί.
Verse: 8 
δεῖξον ἡμῖν, κύριε, τὸ ἔλεός σου
καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν.
Verse: 9 
ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος ϑεός,
ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ
καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ
καὶ ἐπὶ τοὺς ἐπιστρέϕοντας πρὸς αὐτὸν καρδίαν.
Verse: 10 
πλὴν ἐγγὺς τῶν ϕοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ
τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν.
Verse: 11 
ἔλεος καὶ ἀλήϑεια συνήντησαν,
δικαιοσύνη καὶ εἰρήνη κατεϕίλησαν·
Verse: 12 
ἀλήϑεια ἐκ τῆς γῆς ἀνέτειλεν,
καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν.
Verse: 13 
καὶ γὰρ κύριος δώσει χρηστότητα,
καὶ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς·
Verse: 14 
δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται
καὶ ϑήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.