TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 652
Previous part

Chapter: 83 
Verse: 1  Εἰς τὸ τέλος, ὑπὲρ τῶν ληνῶν· τοῖς υἱοῖς
Κορε ψαλμός.
Verse: 2 
῾Ως ἀγαπητὰ τὰ σκηνώματά σου, κύριε τῶν δυνάμεων.
Verse: 3 
ἐπιποϑεῖ καὶ ἐκλείπει ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου,
καρδία μου καὶ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ ϑεὸν ζῶντα.
Verse: 4 
καὶ γὰρ στρουϑίον εὗρεν ἑαυτῷ οἰκίαν
καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ, οὗ ϑήσει τὰ νοσσία αὐτῆς,
τὰ ϑυσιαστήριά σου, κύριε τῶν δυνάμεων,
βασιλεύς μου καὶ ϑεός μου.
Verse: 5 
μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου,
εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε.
διάψαλμα.
Verse: 6 
μακάριος ἀνήρ, οὗ ἐστιν ἀντίλημψις αὐτοῦ παρὰ σοῦ, κύριε·
ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέϑετο
Verse: 7 
ἐν τῇ κοιλάδι τοῦ κλαυϑμῶνος εἰς τόπον, ὃν ἔϑετο·
καὶ γὰρ εὐλογίας δώσει νομοϑετῶν.
Verse: 8 
πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν,
ὀϕϑήσεται ϑεὸς τῶν ϑεῶν ἐν Σιων.
Verse: 9 
κύριε ϑεὸς τῶν δυνάμεων, εἰσάκουσον τῆς προσευχῆς μου
ἐνώτισαι, ϑεὸς Ιακωβ.
διάψαλμα.
Verse: 10 
ὑπερασπιστὰ ἡμῶν, ἰδέ, ϑεός,
καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου.
Verse: 11 
ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας·
ἐξελεξάμην παραρριπτεῖσϑαι ἐν τῷ οἴκῳ τοῦ ϑεοῦ
μᾶλλον οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν.
Verse: 12 
ὅτι ἔλεον καὶ ἀλήϑειαν ἀγαπᾷ κύριος ϑεός,
χάριν καὶ δόξαν δώσει·
κύριος οὐ στερήσει τὰ ἀγαϑὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ.
Verse: 13 
κύριε τῶν δυνάμεων, μακάριος ἄνϑρωπος ἐλπίζων ἐπὶ σέ. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.