TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 651
Previous part

Chapter: 82 
Verse: 1  ᾽Ωιδὴ ψαλμοῦ τῷ Ασαϕ.
Verse: 2 
῾Ο ϑεός, τίς ὁμοιωϑήσεταί σοι;
μὴ σιγήσῃς μηδὲ καταπραύνῃς, ϑεός·
Verse: 3 
ὅτι ἰδοὺ οἱ ἐχϑροί σου ἤχησαν,
καὶ οἱ μισοῦντές σε ἦραν κεϕαλήν,
Verse: 4 
ἐπὶ τὸν λαόν σου κατεπανουργεύσαντο γνώμην
καὶ ἐβουλεύσαντο κατὰ τῶν ἁγίων σου·
Verse: 5 
εἶπαν Δεῦτε καὶ ἐξολεϑρεύσωμεν αὐτοὺς ἐξ ἔϑνους,
καὶ οὐ μὴ μνησϑῇ τὸ ὄνομα Ισραηλ ἔτι.
Verse: 6 
ὅτι ἐβουλεύσαντο ἐν ὁμονοίᾳ ἐπὶ τὸ αὐτό,
κατὰ σοῦ διαϑήκην διέϑεντο
Verse: 7 
τὰ σκηνώματα τῶν Ιδουμαίων καὶ οἱ Ισμαηλῖται,
Μωαβ καὶ οἱ Αγαρηνοί,
Verse: 8 
Γεβαλ καὶ Αμμων καὶ Αμαληκ
καὶ ἀλλόϕυλοι μετὰ τῶν κατοικούντων Τύρον·
Verse: 9 
καὶ γὰρ καὶ Ασσουρ συμπαρεγένετο μετ' αὐτῶν,
ἐγενήϑησαν εἰς ἀντίλημψιν τοῖς υἱοῖς Λωτ.
διάψαλμα.
Verse: 10 
ποίησον αὐτοῖς ὡς τῇ Μαδιαμ καὶ τῷ Σισαρα,
ὡς Ιαβιν ἐν τῷ χειμάρρῳ Κισων·
Verse: 11 
ἐξωλεϑρεύϑησαν ἐν Αενδωρ,
ἐγενήϑησαν ὡσεὶ κόπρος τῇ γῇ.
Verse: 12 
ϑοῦ τοὺς ἄρχοντας αὐτῶν ὡς τὸν Ωρηβ καὶ Ζηβ
καὶ Ζεβεε καὶ Σαλμανα πάντας τοὺς ἄρχοντας αὐτῶν,
Verse: 13 
οἵτινες εἶπαν Κληρονομήσωμεν ἑαυτοῖς τὸ ἁγιαστήριον τοῦ // ϑεοῦ.
Verse: 14 
ϑεός μου, ϑοῦ αὐτοὺς ὡς τροχόν,
ὡς καλάμην κατὰ πρόσωπον ἀνέμου·
Verse: 15 
ὡσεὶ πῦρ, διαϕλέξει δρυμόν,
ὡς εἰ ϕλὸξ κατακαύσαι ὄρη,
Verse: 16 
οὕτως καταδιώξεις αὐτοὺς ἐν τῇ καταιγίδι σου
καὶ ἐν τῇ ὀργῇ σου ταράξεις αὐτούς.
Verse: 17 
πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας,
καὶ ζητήσουσιν τὸ ὄνομά σου, κύριε.
Verse: 18 
αἰσχυνϑήτωσαν καὶ ταραχϑήτωσαν εἰς τὸν αἰῶνα τοῦ αἰῶνος
καὶ ἐντραπήτωσαν καὶ ἀπολέσϑωσαν
Verse: 19 
καὶ γνώτωσαν ὅτι ὄνομά σοι κύριος,
σὺ μόνος ὕψιστος ἐπὶ πᾶσαν τὴν γῆν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.