TITUS
Vetus Testamentum graece iuxta LXX interpretes
Part No. 650
Previous part

Chapter: 81 
Verse: 1  Ψαλμὸς τῷ Ασαϕ.
῾Ο ϑεὸς ἔστη ἐν συναγωγῇ ϑεῶν,
ἐν μέσῳ δὲ ϑεοὺς διακρίνει
Verse: 2 
῞Εως πότε κρίνετε ἀδικίαν
καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε;
διάψαλμα.
Verse: 3 
κρίνατε ὀρϕανὸν καὶ πτωχόν,
ταπεινὸν καὶ πένητα δικαιώσατε·
Verse: 4 
ἐξέλεσϑε πένητα καὶ πτωχόν,
ἐκ χειρὸς ἁμαρτωλοῦ ῥύσασϑε.
Verse: 5 
οὐκ ἔγνωσαν οὐδὲ συνῆκαν,
ἐν σκότει διαπορεύονται·
σαλευϑήσονται πάντα τὰ ϑεμέλια τῆς γῆς.
Verse: 6 
ἐγὼ εἶπα Θεοί ἐστε
καὶ υἱοὶ ὑψίστου πάντες·
Verse: 7 
ὑμεῖς δὲ ὡς ἄνϑρωποι ἀποϑνῄσκετε
καὶ ὡς εἷς τῶν ἀρχόντων πίπτετε.
Verse: 8 
ἀνάστα, ϑεός, κρῖνον τὴν γῆν,
ὅτι σὺ κατακληρονομήσεις ἐν πᾶσιν τοῖς ἔϑνεσιν. //

Next part



This text is part of the TITUS edition of Vetus Testamentum graece iuxta LXX interpretes.

Copyright TITUS Project, Frankfurt a/M, 5.5.2019. No parts of this document may be republished in any form without prior permission by the copyright holder.